2. Ὁκόσους δὲ δίψαι λαμβάνουσιν, τουτέοισι τῶν τε σιτίων
3. καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν καὶ τὸν οἶνον πινόντων
4. ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον.
6. Νῦν μὲν οὕτως εἴρηται τὸ γνώρισμα τῶν θερμῶν φύσεων,
7. ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆσιν·
8. ἐν θερμῷ φύσει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν. αὐτὸς
9. γὰρ ὀνομάσας τὴν κρᾶσιν τοῦ σώματος ἐφεξῆς ἔγραψε
10. τὴν δίαιταν ἦς χρῄζουσιν οἱ οὕτω διακείμενοι, κεφάλαιον
11. μὲν ἔχουσαν τὴν ψύξιν. ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆς
12. διαίτης τὰ δραστικώτερα, ἥ τε ὑδροποσία ἐστὶν καὶ ἡ ἀγυμνασία.
13. κατὰ δὲ τὴν προκειμένην ῥῆσιν τὸ μὲν ἐλινύειν
14. ἕτερον ὠνόμασεν, εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν.
15. ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψας καὶ τὸν οἶνον πινόντων
16. ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον καὶ μοι δοκεῖ κάλλιον
17. ἐνταῦθα παραινέσαι. τὸ γὰρ ὑδαρὲς πόμα καὶ ψυχρὸν οὐκ
18. ἐστέρηται μὲν τοῦ ἐμψύχειν, προσείληφε δὲ καὶ τὰς ἐκ τοῦ
19. οἴνου ὠφελείας.