2. Ὁκόσοισι δὲ ὀδύναι γίγνονται ἐκ τῶν σπλάγχνων ἢ ἐκ γυμνασίης
3. ἢ ἐξ ἄλλης τινὸς ὁδοιπορίης, τουτέοισι ξυμφέρει
4. ἀναπαύεσθαι ἀσίτοισι. πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον
5. εἰς τὸ σῶμα ἐσελθὸν, πλεῖστον οὖρον διάξει, ὅπως αἱ
6. φλέβες, αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι, μὴ κατατείνωνται
7. πληρώμεναι. ἐκ γὰρ τῶν τοιουτέων τὰ φύματα γίνονται
8. καὶ οἱ πυρετοί.
10. Περὶ πασῶν δὲ τῶν ὑποθηκῶν ἐν τῇ τῶν ὑγιεινῶν
11. πραγματείᾳ τελέως διελήλυθα καὶ νῦν ὅσον ὑπομνήσεως
12. ἕνεκα καθάπερ ἐν τοῖς ἔμπροσθεν, οὕτως καὶ κατὰ τήνδε
13. τὴν ῥῆσιν εἰρήσεται. πολλοῖς γὰρ τῶν ἀπυρέτων ὀδύναι
14. ἐπιγίνονται κατὰ τὰ σπλάγχνα καὶ μάλιστα κατὰ τὸ ἧπαρ.
15. ὅταν ἐπὶ σιτίοις γυμνασάμενοι τύχωσιν ἢ λουσάμενοι, καὶ
16. γίνεται τοῦτο διὰ στενοχωρίαν μὲν τῶν ἐν τῷ σπλάγχνῳ
17. διεξόδων πάχος τε τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμενοι
18. γὰρ καὶ ἐνισχόμενοι τοῖς στενοῖς πέρασι τῶν φλεβῶν,
1. καθ᾿ ἃ ἡ μετάληψις γίνεται τοῦ αἵματος ἐκ τῶν σιμῶν τοῦ
2. ἥπατος εἰς τὰ κυρτὰ, κωλύουσι μὲν τὰς διεξόδους, διατείνουσι
3. δὲ δηλονότι τὰς κατὰ τὰ σιμὰ τοῦ ἥπατος φλέβας,
4. ἐφ᾿ αἷς οὕτω πασχούσαις ὀδυνῶνται χωρὶς τοῦ πυρέσσειν.
5. ἀναπαύεσθαι δὲ τούτους χρὴ καθ᾿ ὃν ἂν ἀλγῶσι χρόνον καὶ
6. πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων. ἂν
7. γὰρ μὴ οὐρήσωσι, φύματα καὶ πυρετοὶ ταῖς τοιαύταις προφάσεσιν
8. ἐπιγίνονται.