11. Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ
12. ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσι, καὶ
13. οὕτω δεῖ χρέεσθαι τουτέοισιν ὁκόταν τὸ θέρος ᾖ, ὅκως
14. ψυχρὸν εἴη τὸ σῶμα καὶ μαλακόν. καὶ γὰρ ἡ ὥρη θερμή
15. τε καὶ ξηρὴ καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐχμηρά.
16. δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασιν τουτέοισιν ἀλέξασθαι,
17. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος
18. εἰς τὸ ἤρ, οὕτω καὶ ἐκ τοῦ ἦρος εἰς τὸ θέρος καταστῆσαι
1. , τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθεὶς
2. καὶ οὕτως τὰ ἐνιαύσια ποιέοντα καταστῆσαι ἐκ τοῦ θέρεος
3. εἰς τὸν χειμῶνα. ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ
4. μὲν σιτία πλείω ποιεόμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ
5. τὸν αὐτὸν λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα,
6. ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὁ ἄνθρωπος διαχρήσεται
7. τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ
8. τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν, οὕτω
9. γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἥκιστα. ἡ γὰρ
10. ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.
12. Τὰ παρόντα διὰ ταῦτα τεμάχια οὔτε τινὸς ἐξηγητοῦ
13. δέονται, πασὶ δῆλα τοῦ Πολύβου ποιήσαντος, οὔτε τινὰ μέθοδον
14. ἀκραιφνῆ ζητοῦντος, ἀλλὰ καθὰ κεῖται, αὐτὰ καὶ
15. μόνα δῆλα καθεστήκασι.