18. Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ πλείω μαλακοῖσι
19. καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυτοῦ
1. ξηροτέροισι διαιτήμασι χρέεσθαι, ὑγρὴ γὰρ ἡ φύσις
2. τῶν εἰδέων τουτέων.
4. Ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται
5. διάφορον δίαιταν, οὕτω καὶ τοῦ σώματος αἱ ἕξεις, ἐφ᾿ ἃς
6. νῦν ἧκε συντελέσας τὸν περὶ τῶν ὡρῶν λόγον. ὥσπερ δὲ ἐν
7. ταῖς ὥραις ἐνεδείκνυτο τὴν προσήκουσαν δίαιταν, οὕτω κᾀν
8. ταῖς τοῦ σώματος ἰδέαις. οἱ μὲν γὰρ σαρκώδεις καὶ μαλακοὶ
9. καὶ ἐρυθροὶ διὰ τὴν τῆς κράσεως ὑγρότητα τοιοῦτοι
10. γεγόνασιν. οἱ δὲ ἐναντίως αὐτοῖς διακείμενοι, περὶ ὧν ἐφεξῆς
11. ἐρεῖ, διὰ τὴν ξηρότητα. προσήκει τοιγαροῦν τοὺς μὲν
12. ὑγροὺς ξηροτέρα χρῆσθαι διαίτῃ, τοὺς δὲ ξηροὺς ὑγροτέρᾳ.
13. καὶ εἴπερ ταῦτα ἀληθῶς εἴρηται, πρόδηλον ὅτι καὶ τοὺς
14. εὐκράτους εὐκράτῳ χρῆσθαι προσήκει τῇ διαίτῃ. λέγω δὲ
15. εὐκράτους οὓς οὔτε σαρκώδεις οὔτε ἀσάρκους, ἀλλ᾿ εὐσάρκους
16. ὀνομάζουσι.