Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.) [n° 091 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, p. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 7, ed. Kühn, 1822, vol. 15, p. 185-190. urn:cts:greekLit:tlg0057.tlg086.1st1K-grc1:3.7


20. Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί
1. τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν· ἡ γὰρ
2. ἡλικίη ξηρὴ καὶ τὰ σώματα πέπηγε. τοὺς δὲ πρεσβυτέρους
3. τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλεῖον τοῦ χρόνου διάγειν.
4. τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλθακὰ
5. καὶ ψυχρά.

7. Ἐπὶ τὰς ἡλικίας μεταβὰς ἐλλιπῆ τὸν διορισμὸν ἐποιήσατο,
8. μὴ τεμὼν εἰς τέσσαρας διαφορὰς αὐτὰς, ἀλλ᾿ εἰς δύο
9. μόνας. ἐχρῆν δ᾿ εἴπερ ἀπὸ τῶν κατὰ τὰς ἡλικίας κράσεων
10. ἔνδειξιν ἔμελλε λήψεσθαι τοῦ τρόπου τῆς διαίτης, ὥσπερ
11. αἱ κράσεις τέτταρές εἰσιν, οὕτω καὶ τὰς ἡλικίας εἰς τέτταρα
12. τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξηρὰν
13. δὲ καὶ θερμὴν τὴν τῶν ἀκμαζόντων, καὶ ξηρὰν μὲν καὶ
14. ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν
15. τῶν γερόντων. ἀλλὰ τὴν μὲν τῶν παίδων ὑγρὰν
16. εἶναι προσήκει, μὴ δυναμένης γε τῆς αὐξήσεως ἐν ἑτέρᾳ
17. κράσει γενέσθαι. τὴν δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ τὸ
18. προσῆκόν τέ ἐστι θερμοτέρα καὶ ξηροτέρα, συμφέρει χρῆσθαι
19. τοῖς ἐναντίοις διαιτήμασι, καθάπερ γε καὶ τὴν τῶν
1. παρακμαζόντων. ἐπὶ δὲ τῆς τῶν γερόντων ἡλικίας οὐ σμικρόν
2. ἐστι ζήτημα σχεδὸν ἅπασιν ἠμελημένον, ὑπὲρ οὗ μικρὸν
3. ὕστερον ἐρῶ, τὸν περὶ τῶν ἔμπροσθεν ἡλικιῶν συντελέσας
4. λόγον. εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν
5. ὑγρότητος ἢ συμφέρει τοῖς ἀβλαβῶς ὑγιαίνουσι, πλέον δὲ
6. θερμότητος (οὐ γὰρ ἁπλῶς ἐστι θερμὰ καθάπερ οἱ ἀκμάζοντες,
7. ἀλλὰ κατὰ τὴν ἔμφυτον θερμασίαν, ἥτις εὔκρατός
8. ἐστιν, ἐν αἵματι χρηστῷ τὴν ὕπαρξιν ἔχουσα) τὸ μεταξὺ
9. τῶν παίδων τε καὶ τῶν ἀκμαζόντων, ὅπερ ἐστὶν ἐφήβων τε
10. καὶ μειρακίων, εἴη ἂν ἐν τῇ ἀρίστῃ κράσει. τῆς δ᾿ ἀρίστης
11. μέσης οὔσης καὶ τὰ διαιτήματα μέσα τῇ κράσει προσήκει
12. ποιεῖσθαι, μήθ᾿ ὑγρότερον ἐργαζομένους μήτε ξηρότερον,
13. ἢ θερμότερον, ἢ ψυχρότερον αὐτῶν τὸ σῶμα. τὸ μέντοι
14. τῶν παιδίων, εἰ καὶ πλεῖον, ὡς πρὸς ὑγιεινὴν ἕξιν ἔχοι τὸ
15. ὑγρὸν, ὅμως οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήσομεν.
16. ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινες μὲν αὐτοὺς ὑγροὺς εἶναι
17. λέγουσι, τινὲς δὲ ξηροὺς, ἀδιορίστως ἑκάτεροι, διοριστέον ἡμῖν
18. ἐστι κατὰ τί μὲν αὐτοὺς ὄντας ξηροὺς, κατὰ τί δὲ ὑγρούς.
1. ἐδείχθη δὲ τοῦτο ἐν τοῖς περὶ κράσεων. αὐτοῖς μὲν γὰρ
2. τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐδείχθησαν ὄντες ξηροί.
3. περιττώματα δ᾿ ἔχοντες διὰ τὴν ψυχρότητα τῆς κράσεως
4. πολλὰ καὶ δι᾿ αὐτὰ ὑγροὶ λεγόμενοι. κατὰ λόγον οὖν ἔνδειξις
5. ἐναντία τε καὶ διττὴ γίνεται τοῖς ἰατροῖς ἀπὸ τῆς ἡλικίας
6. ταύτης, διὰ μὲν τὴν ξηρότητα τῆς τῶν στερεῶν κράσεως
7. ὑγραίνεσθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουσίαν
8. τῶν ὑγρῶν ξηραίνεσθαι. πῶς μὲν οὖν ἀμφοτέρων ἄν τις
9. στοχάζοιτο τελέως εἴρηται κατὰ τὴν ὑγιεινὴν πραγματείαν.
10. ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγράφαμεν
11. εἰπεῖν ἀρκέσει. τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάντα
12. σκοπὸν ἐθέτω τό θ᾿ ὑγρὸν καὶ τὸ θερμὸν, ὡς δέον
13. ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ στερεὰ μόρια
14. τοῦ σώματος, ἅπερ καὶ μόνα κυρίως ὀνομαζόντων ἐστὶ μόρια.
15. προνοητέον δὲ πάλιν ἐπὶ τῆς τῶν φλεγματωδῶν περιττωμάτων
16. κενώσεως. εἴπερ οὖν ἐκ μὲν τῆς περὶ κράσεων
17. πραγματείας ἀναλέξαις τε καὶ μάθοις ἐπιστημονικῶς ψυχρὰν
18. καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶσιν, ἐπίκτητον
1.  δὲ ἴσχειν αὐτοὺς ὑγρότητα, διὰ τὴν τῶν φλεγματωδῶν
2. περιττωμάτων γένεσιν, ἐλθὼν δὲ ἀπ᾿ ἐκείνων ἐπὶ τὰ τῶν
3. ὑγιεινῶν ὑπομνήματα προσεπιμάθοις ὅπως χρὴ διαιτᾷν τοὺς
4. γέροντας, εὔδηλον ἔσται σοι τὸ τῆς νῦν προκειμένης ῥήσεως
5. ἀδιόριστον. οὔτε γὰρ εἰς δύο ἐχρῆν διαιρεῖσθαι τὸν ἀνθρώπινον
6. βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ
7. σώματα εἰρῆσθαι, οὔθ᾿ ὅτι ξηροῖς τὴν κρᾶσιν ἐδέσμασι διαιτητέον
8. αὐτούς. τοὺς μέντοι νέους πεπηγότα φήσας ἔχειν
9. τὰ σώματα καὶ τὴν κρᾶσιν εἶναι ξηροὺς εὔδηλός ἐστιν
10. ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον πεποιημένος καὶ τούτους
11. ὀνομάσας νέους. παρέλιπεν οὖν τήν τε τῶν παίδων
12. ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡς δὲ ἐγώ φημι καὶ
13. τὴν εὐκρατοτάτην γε, ἥτις ἐστὶν ἐν τῷ μεταξὺ τῶν παιδίων
14. τε καὶ τῶν ἀκμαζόντων. εὔδηλος δ᾿ ἐστὶ καὶ αὐτὸς ὑποπτεύων
15. τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ ἁπλῶς εἶπε τοὺς πρεσβυτέρους
16. τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾷν, ἀλλὰ προσέθηκε,
17. τὸ πλέον τοῦ χρόνου. τοῦτο δὲ ταὐτόν ἐστι τῷ φάναι
1. μὴ διὰ παντὸς, ὅπερ οὔτε τῇ ἕξει τοῦ σώματος οὔτε
2. τῇ ἡλικίᾳ προσέθηκεν ἑτέρᾳ, διὰ παντὸς γὰρ χρὴ τὴν οἰκείαν
3. ἑκάστῳ σώματι δίαιταν αἱρεῖσθαι.

Cliquer un n° de page pour en afficher l’image