2. Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε
3. ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι,
4. καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας.
5. ἀκαταμάθητα μὲν οὖν καὶ τάδε ἐστί· διὰ τί ἆρα ἐν τῇσιν
6. ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν
7. αἰῶνα διατελοῦσι πτισάνας διδόντες ἀδιηθήτους καὶ νομίζουσιν
8. ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται
9. ὅπως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων, μεγάλην
10. γὰρ βλάβην ἡγέονται εἶναι, ἀλλὰ δι᾿ ὀθονίου τὸν χυλὸν
11. διηθέοντες διδόασιν· οἱ δὲ αὖ τινες αὐτέων οὐδ᾿ ἂν
12. πτισάνην παχείην δοῖεν, οὔτε χυλὸν, οἱ μὲν μέχρις ἢν
13. ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρις
14. ἢν κριθῇ ἡ νοῦσος.
16. Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπ᾿ αὐτοῦ,
17. δυναμένων ἡμῶν καὶ χωρὶς τῶν τοιούτων σκεμμάτων
18. ἰατρεύειν ὀρθῶς· ἐκ γὰρ τοῦ μαθεῖν τὰ ποιητέα, τὸ καλῶς
1. ἰᾶσθαι τὰς νόσους περιγίνεται τοῖς ἰατροῖς, οὐκ ἐκ τοῦ ζητῆσαι
2. τὴν αἰτίαν τῆς διαφωνίας τῶν διαφόρους θεραπείας
3. γραψάντων ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν· ἔστι δὲ κατ᾿ ἀλήθειαν
4. οὐ μόνον χρησιμώτατον, ἀλλὰ καὶ πρῶτον ἁπάντων
5. ἐζητῆσθαι δεόμενον, ὡς δείξω προϊόντος τοῦ λόγου. πρότερον
6. γὰρ, ὅτι τε ζητήσεως ἄξιόν ἐστιν ὃ προβάλλει καὶ ὅπως
7. αὐτὸ λύει, διελθεῖν ἄμεινον. ὅτι μὲν οὖν ἄξιόν ἐστι ζητήσεως,
8. ἐντεῦθεν μαθήσῃ. τῆς μὲν γὰρ τῶν φιλοσόφων διαφωνίας
9. οὐδὲν ἔχομεν ἐμφανὲς τεκμήριον· οὔτε γὰρ εἰ γενητὸς
10. ὁ κόσμος, οὔτ᾿ εἰ φθαρτὸς, οὔτ᾿ εἰ μὴ κενόν ἐστιν ἔξωθεν
11. αὐτοῦ, οὔτ᾿ εἰ ἄπειρος, οὔτ᾿ εἰ μόνος οὗτος εἷς ἐστιν,
12. οὔτ᾿ εἰ πλείους, οὔτε πόσοι τὸν ἀριθμὸν, εἴπερ πλείους,
13. οὔτ᾿ εἰ πλῆθος ἀπερίληπτον ἢ ἄπειρον αὐτῶν, ἐναργεῖ τεκμηρίῳ
14. χρήσασθαι δυνατόν· οὕτως δὲ καὶ ἄλλα πολλὰ τῶν
15. κατὰ φιλοσοφίαν ζητουμένων ἔνια μὲν οὐδ᾿ ὅλως ἐπικρῖναι
16. δυνάμεθα, τινὰ δὲ μετὰ πολλῆς ἐπισκέψεως. περὶ δὲ τῶν
17. ὠφελούντων τοὺς κάμνοντας ἢ βλαπτόντων οὐχ ὁμοίως ἔχει·
1. τὸ μὲν γὰρ εὑρεῖν αὐτὰ χρόνου δεῖται μακροῦ, διαφέροντός
2. τε τῶν πολλῶν ἀνδρός· ὅσα δὲ εὑρηκέναι τινὲς ἐπαγγέλλονται,
3. δόξει ταῦτα ῥᾳδίαν ἔχειν τὴν κρίσιν. εἰ μὲν
4. γὰρ ὠφέλησε προσαχθέντα τοῖς κάμνουσιν, ἐπαινεῖν αὐτὰ
5. χρὴ καὶ προσίεσθαι, βλάψαντα δὲ φεύγειν τε καὶ ἀποτρέπεσθαι,
6. μηδὲν δὲ ἀξιόλογον εἰς βλάβην ἢ εἰς ὠφέλειαν ἐργασάμενα
7. τῶν οὐδετέρων ὑπολαμβάνειν· ἀλλὰ καὶ τοὺς ἰατροὺς
8. ἀφίστασθαι τῶν ἐναργῶς βλαπτόντων. ὅσα μὲν οὖν
9. ὀλίγην ἔχει τὴν διαφορὰν, οὐδὲν θαυμαστὸν ἐπιμένειν αὐτοῖς
10. τοὺς ὁπωσοῦν ἐξ ἀρχῆς δόξαντας· ὅσα δὲ πάμπολυ
11. διέστηκεν, ὡς ἐπαινεῖσθαι μὲν ὑφ᾿ ἑτέρων, ψέγεσθαι δὲ ὑπ᾿
12. ἐνίων, ἐπὶ τούτων ἄν τις θαυμάσειεν ἢ τοὺς ἐπαινοῦντας
13. τὰ μεγάλην ἔχοντα βλάβην ἢ τοὺς ψέγοντας τὰ κατὰ ἀλήθειαν
14. ὠφέλιμα. τοῦτ᾿ οὖν ἐστιν αὐτὸ νῦν προβαλλόμενον
15. ὑπὸ Ἱπποκράτους, ἐφ᾿ ἑνὸς τῶν κατὰ μέρος ὑποδειγμάτων·
16. εἴρηται δὲ καὶ ὑπὸ Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον
17. περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις αὐτοῦ διὰ ταχέων τε
18. καὶ σαφῶς, ἀκολουθήσαντος αὐτοῦ τῷ Ἱπποκράτει πάντῃ.
1. διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις
2. ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατροὺς, τούς τε
3. μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς κάμνοντας καὶ Πετρωνᾶν
4. τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ
5. λέξιν οὕτως. ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς
6. περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες
7. ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας, πεπαυμένοι ἂν ἦσαν
8. τοῦ θεραπεύειν οἱ ἰατρεύοντες οὕτως· ἀλλ᾿ ὡς ἔοικεν οὐκ
9. ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς θεραπείας.
10. ἐπαινεῖν οὖν χρὴ καὶ τὸν Ἐρασίστρατον καὶ τοὺς ἄλλους,
11. οἳ προβάλλοντες τοῦτο τὸ ζήτημα καὶ τὴν λύσιν ἔγραψαν·
12. ἐπαινεῖν δὲ καὶ τὸν πρῶτον αὐτὸ προβάλλοντα, καὶ γινώσκειν
13. οὐ μᾶλλόν τι περὶ τῶν ὀξέων νοσημάτων ἢ τῶν ἄλλων
14. ἁπάντων προβάλλεσθαι καὶ λύεσθαι τοῦτο τὸ ζήτημα·
15. καὶ γὰρ ἡ ἀπόκρισις κοινὴ περὶ πάντων ἐστί. οὐ γὰρ ἐπὶ
16. τῶν ὀξέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων ἐν
17. τῇ θεραπείᾳ διεφώνησαν οἱ ἰατροὶ καὶ διὰ τοῦτο μέχρι πολλοῦ
18. ταῖς ἑαυτῶν ἀγωγαῖς ἕκαστοι προσμένουσιν, ὅτι θεῶνταί
1. τινας ἐπ᾿ αὐτῶν ἐναργῶς ὠφελουμένους. ἐπὶ τῶν ἄλλων
2. οὖν ὅσοι μηδὲν ὀνίνανται, τάχα μὲν ὑπονοοῦσι καὶ τοὺς
3. κάμνοντάς τι λαθραίως ἁμαρτάνειν· οὐ μὴν ἀλλὰ ὅπερ εἶπε
4. καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ περὶ ἀγμῶν ἐπὶ τῶν κακῶς
5. ἐπιδούντων τὰ μεθ᾿ ἕλκους κατάγματα καὶ διὰ τοῦτο
6. βλαπτόντων (οὐ γὰρ οἴονται, φησὶ, τὴν ἐπίδεσιν αἰτίην
7. εἶναι, ἀλλὰ ἄλλην τινὰ ἀτυχίαν) οὕτω καὶ ἐπὶ τῶν κατὰ
8. δίαιταν εἰκὸς αὐτοὺς ὑπολαμβάνειν. ὃ δὲ εἶπε νῦν ἐν τῇ
9. προκειμένῃ ῥήσει, πρόδηλόν ἐστιν, ἐάν τις αὐτὴν ἀναγνῷ
10. δὶς καὶ τρὶς αὐτὸς ἐφ᾿ ἑαυτοῦ προσέχων τὸν νοῦν· εὑρήσει
11. γὰρ ἐπὶ μερικοῦ παραδείγματος τὸν κοινὸν διδασκόμενον
12. λόγον, ὃν δὴ καὶ καθόλου καλεῖν εἰώθασιν οὐχ οἱ
13. φιλόσοφοι μόνον, ἀλλὰ καὶ σχεδὸν οἱ ἀπὸ πασῶν ἤδη τῶν
14. λογικῶν τεχνῶν. ὁ μὲν οὖν Ἐρασίστρατος ἐναντιωτάτων
15. ἀγωγῶν ἐμνημόνευσεν, ὁ δὲ Ἱπποκράτης τὰς ἀλλοκότους
16. ἐάσας ἐπὶ τὰς μετριωτέρας ἧκεν. ἀλλόκοτοι γάρ εἰσιν ὄντως
17. αἱ διὰ λιμαγχονίας ἐσχάτης καὶ αἱ διὰ τὸ πληροῦν
18. ἀμέτρως, ὡς ὁ Πετρωνᾶς· μέτριαι δὲ τούτων, ὧν ἐμνημόνευσεν
1. ὁ Ἱπποκράτης, ἐπὶ τῶν ὀξέων νοσημάτων γιγνόμεναι
2. ὑπὸ τῶν ἀξιολόγων ἰατρῶν. ἔνιοι μὲν γὰρ τὴν κριθώδη
3. πτισάνην ἐπ᾿ αὐτῶν διδόασιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον,
4. ἔνιοι δὲ οὐδὲ τοῦτον ( ἐπὶ τῶν ὀξέων νοσημάτων καὶ πρὸ
5. τῆς κρίσεως ἔνιοι δι᾿ ὕδατος διῄτων μόνον ) ἄχρις ἂν ἡ νόσος
6. κριθῇ, διαιτῶντες ἐν τῷ μεταξὺ πόμασι μόνοις, ὕδατί
7. τε καὶ μελικράτῳ καὶ εἰ δεήσειεν ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία
8. τῆς διαφωνίας ἐστὶν, ἣν αὐτὸς ὁ Ἱπποκράτης ἐφεξῆς
9. ποιήσεται, καὶ καλῶς ἔφην αὐτὴν ὑπ᾿ Ἐρασιστράτου
10. κατὰ τὸ πρῶτον εἰρῆσθαι περὶ πυρετῶν· ἔστι δὲ αὕτη τὸ
11. τινὰς τοῦ χυλοῦ μόνον δεῖσθαι τῆς πτισάνης, τινὰς δὲ
12. καὶ τῆς κριθώδους πτισάνης, ἐνίους δὲ μηδετέρου τούτων,
13. ἀλλ᾿ ἐπὶ πομάτων μόνον ἄχρι τῆς κρίσεως ὠφελίμως διαφυλάττεσθαι.
14. καὶ δείξει γε ἐφεξῆς τίνες μέν εἰσιν οἱ τῆς
15. κριθώδους πτισάνης δεόμενοι, τίνες δὲ οἱ πτισάνης χυλοῦ,
16. τίνες δὲ οἱ μηδετέρου τούτων.