2. Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι
3. εἰσὶν οἱ ἰητροί. ἴσως δὲ οὐδὲ προβαλλόμενα
4. εὑρίσκεται.
6. Ὅτι πρῶτος αὐτός ἐστιν ὁ τὸ ζήτημα προβαλὼν τοῦτο
7. καὶ λύσας εὔδηλόν ἐστιν ἐκ ταύτης τῆς ῥήσεως· οὐδὲ γὰρ
8. εἴθισται, φησὶ, τὰ τοιαῦτα προβάλλεσθαι παρὰ τοῖς ἰατροῖς·
9. εἰ δὲ καὶ προβάλλοι τις αὐτοῖς, ἴσως οὐδὲ τὴν λύσιν εὑρήσει.