12. Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων
13. μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι.
15. Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἐπὶ μερικοῦ παραδείγματος
16. διδάσκει τινὰ τῶν καθόλου, πρῶτον μὲν ὡς ἡ τῶν μετιόντων
1. ὁτιοῦν ἐπιτήδευμα διαφωνία δικαίως ὑποψίαν
2. ἀγνοίας ἐνδείκνυται· δεύτερον οὖν πάλιν ὡς ἡ συμφωνία
3. δικαίαν μεγάλην ἐλπίδα γνώσεως, ὅπερ μεγάλα καὶ ταῖς γραμμικαῖς
4. ἀποδείξεσι συνετέλεσεν· οὐ μόνον γὰρ αὐτοὺς τοὺς
5. μανθάνοντας πείθουσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἰδιώταις δόξαν
6. ἔχουσιν, ὡς ἀληθέσταται. γραμμικαῖς οὖν ἀποδείξεσι
7. κεχρῆσθαί φασι τοὺς ἐναργῶς τι καὶ ἀναμφιλέκτως δείξαντας.
8. ἐξεργάζεται δὲ τὸν περὶ τῆς διαφωνίας λόγον ἐπὶ τῆς
9. ἐχομένης ῥήσεως.