12. Ὥστ᾿ ἔν γε τοῖς ὀξυτάτοις τῶν νοσημάτων τοσόνδε διοίσουσιν
13. ἀλλήλων οἱ χειρώνακτες ὥστε ἃ ὁ ἕτερος προσφέρει
14. ἡγεόμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον
15. κακὰ εἶναι. καὶ σχεδὸν ἂν κατά γε τοῦτο τὴν τέχνην
16. φαίην ὁμοιοῦσθαι τῇ μαντικῇ, ὅτι καὶ οἱ μάντιες τὸν
17. αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν εἶναι
18. νομίζουσιν, εἰ δὲ δεξιὸς, κακόν· καὶ ἐν ἱεροσκοπίῃ δὲ τὰ
1. τοιάδε, ἄλλα ἐπ᾿ ἄλλοισιν· ἀλλ᾿ ἔνιοι τῶν μάντεων τὰ
2. ἐναντία τουτέων. φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ
3. σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ
4. καὶ ἐπικαιροτάτοισι.
6. Μαντικὴν μὲν ὠνόμασε τὴν οἰωνιστικήν· καὶ ἱεροσκοπίαν
7. δὲ, τὴν θυτικὴν ὑπὸ τῶν πολλῶν καλουμένην, ἣν ὄντως
8. καὶ οἱ ἄλλοι παλαιοὶ καλοῦσιν ἱεροσκοπίαν, ἐπειδὴ σκοποῦντες
9. τὰ ἱερεῖα προλέγουσιν ἐξ αὐτῶν οἱ περὶ ταῦτα δεινοὶ
10. τὰ γενησόμενα· ἱερεῖα δὲ ἴσμεν ὀνομαζόμενα ἅπαντα
11. τὰ τοῖς θεοῖς εἰς τιμὴν γιγνόμενα, οἷα τὰ τῶν θυομένων
12. ἱερείων, ὧν τὰ σπλάγχνα θεώμενοι προλέγουσιν οἱ ἱεροσκόποι.
13. τοὺς δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως μαντευομένους,
14. οὓς οἰωνιστάς τε καὶ οἰωνοσκόπους ὀνομάζουσι, τούτους νῦν
15. μάντεις ἐκάλεσεν ὁ Ἱπποκράτης. καίτοι τὸ τοῦ μάντεως
16. ὄνομα καὶ ἡ μαντικὴ κατὰ πασῶν τῶν οὕτω προλεγουσῶν
17. τεχνῶν ἐπιφέρεται· μάντεις μὲν γὰρ καλοῦνται οἵ τε ἱεροσκόποι
18. καὶ οἱ οἰωνισταὶ καὶ οἱ γενεθλιακοὶ προσαγορευόμενοι
1. καὶ οἱ διὰ συμβόλων καὶ οἱ διὰ ἱερείων προλέγοντες τὰ
2. ἐσόμενα, πρὸς τούτοις τε χρησμολόγοι καὶ θεομάντεις· ἔνιοι
3. δὲ καὶ τοὺς ὀνειροπόλους ὑπὸ τοῦ ποιητοῦ κληθέντας ἐν
4. τοῖς μάντεσι καταλέγουσιν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης δῆλος
5. ὅτι τοὺς οἰωνιστὰς μόνους ὀνομάζει μάντεις ὡσαύτως τῷ
6. ποιητῇ· καὶ γὰρ κᾀκεῖνος ἐν πολλοῖς μέρεσι τῆς ποιήσεως,
7. ἐνδεικνύμενος τὴν οἰωνιστικὴν τέχνην πρόγνωσιν εἶναι τῶν
8. γενησομένων, ὁμοίως ἐν ἀρχῇ τοῦ ἄλφα φησί·
11. ἱερέα μὲν λέγων τὸν ἱεροσκόπον, ὀνειροπόλον δὲ τὸν περὶ
12. τοὺς ὀνείρους ἔχοντα, μάντιν δὲ δηλονότι τὸν οἰωνιστὴν, οὐ
13. γὰρ δὴ παρέλιπεν αὐτὸν, εἰς τὰ μέγιστα πολλαχόθι τῆς
14. ποιήσεως καὶ τῇ περὶ τοὺς οἰωνοὺς τέχνῃ χρώμενος. ἀλλὰ
15. ταῦτα μὲν ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηταί μοι περὶ τῆς
16. τοῦ μάντεως προσηγορίας· ἐπ᾿ αὐτὸ δὲ τὸ λεγόμενον μεταβαίνειν
17. ἤδη καιρός. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· οἱ τὰς
1. μαντικὰς τέχνας μετιόντες οὐδὲν ἧττον ἀλλήλοις διαφέρονται
2. τῶν ἰατρῶν ἐν πολλοῖς τῶν κατὰ μέρος. ἐγὼ γοῦν
3. ποτε διαφερομένους οἰωνιστὰς εἶδον ἐπ᾿ αὐτῶν τούτων τῶν
4. πτήσεων, ὧν καὶ νῦν ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἀριστερᾶς
5. τε καὶ δεξιᾶς· ἦν δὲ ὁ μὲν ἕτερος αὐτῶν Ἄραψ, ὁ δὲ
6. ἕτερος Ἕλλην ἐξ Ἀσίας τῆς ἡμετέρας. ἔλεγεν οὖν ὁ μὲν
7. Ἄραψ τὸν δεξιὸν οἰωνὸν γυναῖκας σώζειν νοσούσας, τὸν
8. ἀριστερὸν δὲ ἄνδρας· ὁ δὲ ἐκ τῆς Ἀσίας τὸν μὲν δεξιὸν
9. ἐπ᾿ ἀνδρῶν νοσούντων φανέντα τοῖς ἐρωτῶσιν, εἰ σωθήσεται,
10. καταφάσκειν τὴν ἐρώτησιν, ἀποφάσκειν δὲ τὸν ἀριστερόν.
11. ἠρόμην οὖν αὐτοὺς εἰ τὸν ὁπωσοῦν πετόμενον, ἀριστερὸν
12. ἢ δεξιὸν ὄρνιθα, ταύτην ἔχειν φασὶ τὴν δύναμιν, οὐδὲν
13. ἡγούμενοι διαφέρειν εἰ ὑψηλότατός ἐστιν ἢ προσγειότατος
14. ἢ μεταξύ· καὶ εἰ ἐν τῷ μεταξὺ, ἐγγυτέρω ἄρα τοῦ
15. ὑψηλοτάτου ἢ ἐν μέσῳ· ὡσαύτως δὲ καὶ περὶ τοῦ πλησίον
16. τε καὶ πόῤῥω διεστάναι τὸν οἰωνὸν ἠρόμην εἰ μηδὲν αὐτοῖς
17. διαφέρει. ὁ μὲν οὖν Ἄραψ ἔφασκεν ὅπως ἂν ἔχῃ τῆς εἰς
1. ὕψος ἢ μῆκος ἢ πλάτος ἀποστάσεως οὐδὲν διαφέρειν·
2. ὁ δὲ Ἕλλην διωρίζετο καὶ περὶ τοῦ συμμέτρου, δεξιοῦ τε καὶ
3. ἀριστεροῦ, καὶ γεγράφθαι ταῦτα τοῖς οἰωνισταῖς ἔλεγε, τὰς
4. δὲ ἀμέτρους ἀποστάσεις ἐναντίας εἶναι ταῖς ἐμμέτρως ἐχούσαις·
5. ἐδείκνυε δὲ καὶ Ἀπόλλητος καὶ Ἀθηναίου καὶ Χαιρήμονος
6. καὶ Ἀρτεμιδώρου τοῦ Φωκᾶ ἄλλων τέ τινων οἰωνιστῶν
7. ἐνδόξων βίβλους, αὐτῷ μαρτυρούσας. ἔγνων οὖν
8. ἀδιόριστον μὲν τὸν Ἄραβα, διωρισμένον δὲ καὶ τεχνικὸν
9. τὸν Ἕλληνα· τέχνης γὰρ ἐμπειρίᾳ τὴν κρίσιν τῶν
10. θεωρημάτων ἐχούσης ἡ διαφωνία κατὰ τὸ διωρισμένον τε
11. καὶ ἀδιόριστον γίγνεται. καὶ τοῦτο μεμαθηκὼς ἐγὼ παρ᾿
12. Ἱπποκράτους ἔκρινα τὸν Ἕλληνα τεχνικώτερον ἀποφαίνεσθαι
13. περὶ τῆς πτήσεως τῶν οἰωνῶν· ἐξ ἐπιμέτρου δὲ τοὺς
14. ἐνδοξοτάτους τῶν οἰωνιστῶν μάρτυρας παρεχόμενος ἔτι μᾶλλον
15. ἦν ἀξιόπιστος. ἐπαγομένου δὲ καὶ τοῦ Ἄραβος πολλοὺς
16. μάρτυρας, ὧν προεῖπεν ἀληθῶς νοσούντων, εἶπον αὐτῷ
17. τῆς ὡς τὸ πολὺ γεγενημένης ἐπιτυχίας τὴν αἰτίαν· εἰ
18. γὰρ ὁ μὲν ἔμμετρος δεξιὸς σώζει τοὺς ἄνδρας, οἱ δὲ ἄμετροι
1. τὰς γυναῖκας, εἰσὶ δὲ πάμπολλοι μὲν οἱ ἄμετροι, μόνος δὲ
2. εἷς ὁ ἔμμετρος· εἰκότως ἐπὶ πολλῶν μὲν ἐπέτυχεν, ὀλιγάκις
3. δὲ ἀπέτυχεν. ὅ γε μὴν Ἕλλην οἰνωνιστὴς καὶ ἄλλους τινὰς
4. διορισμοὺς προσετίθει, καθ᾿ οὓς κᾂν ὁ δεξιὸς ἄμετρος ᾖ,
5. δηλώσει ποτὲ σωθήσεσθαι τὸν νοσοῦντα· τὸν γὰρ κίναιδον
6. καὶ τὸν γυναικεῖον ἐπιτήδευμα μετιόντα, καθάπερ τὸν ἐριουργὸν,
7. τοῖς τῶν γυναικῶν ἔφη σχήμασι σώζεσθαι, καὶ τοῦτ᾿
8. αὖ πάλιν ἐδείκνυε παρὰ τοῖς ἀρίστοις οἰωνισταῖς γεγραμμένον.
9. ἔτι δὲ πρὸς τούτοις καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει,
10. περὶ ὧν οὐδὲν ἐφαίνετο γινώσκειν ὁ Ἄραψ. εἴρηται
11. δέ μοι ταῦτα διὰ τὴν ἐφεξῆς ῥῆσιν, ἣν οὐδεὶς ἐξηγήσατο
12. προσηκόντως, ὥσπερ οὐδὲ τὴν προγεγραμμένην αὐτῆς,
13. ἔνθα φησί· μᾶλλον μὲν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα
14. εἴθισται τοῖς ἰατροῖς, ἴσως δὲ οὐδὲ προβαλλόμενα
15. εὑρίσκεται· σαφῶς γὰρ εἰπόντος αὐτοῦ τὰ τοιάδε, ὅ ἐστι
16. τὰ οὕτω διαφωνούμενα, τινὲς μὲν ἐπὶ τῆς πτισάνης μόνης
17. ἤκουσαν οὐκ ὀρθῶς, ἔνιοι δὲ βραχὺ τούτων ἄμεινον ἐπὶ τῆς
18. τῶν ὀξέων διαίτης· ἔνιοι δὲ ἐπὶ πάσης ἁπλῶς, ἔνιοι δὲ
1. ἐπὶ θεραπείας ἁπάσης, βέλτιον μὲν τῶν προτέρων, οὔπω δὲ
2. οὐδ᾿ αὐτοὶ τελέως· αἰτίαν γὰρ ὡς εἶπον ὁ Ἱπποκράτης ἐπεζήτησεν
3. ἁπάσης διαφωνίας, ἐπὶ πάσης τέχνης τῇ πείρᾳ κριθῆναι
4. δυναμένης. ὅτι δὲ οὕτως ἔχει τοῦτο μαθήσῃ σαφῶς
5. διὰ τῆς ἐφεξῆς ῥήσεως.