Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.16, ed. Kühn, 1828, vol. 15, p. 446-452. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.16


8. Καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύναται.
9. καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην καὶ τοῖσιν ἀσκέουσιν
10. ἐς εὐεξίην καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλοι.

12. Οὗτος ὁ λόγος ἐξελέγχει καὶ τοὺς περὶ πτισάνης
13. μόνης οἰομένους αὐτὸν προβεβληκέναι τὴν προγεγραμμένην
14. ῥῆσιν καὶ τοὺς περὶ διαίτης, ἤτοι περὶ τῆς ἐπὶ τῶν
15. ὀξέων ἢ καὶ πάσης ἁπλῶς· ὡσαύτως δὲ καὶ τοὺς περὶ θεραπείας
16. ἁπάσης ὑπειληφότας εἶναι τὸ πρόβλημα. προδήλως
17. γὰρ ἡ νῦν ἡμῖν προκειμένη ῥῆσις ἐλέγχει τοὺς μὲν ἤτοι
1. περὶ πτισάνης ἢ τῆς ἐπὶ τῶν ὀξέων διαίτης μόνης ἢ τῆς
2. ἐπὶ πάντων τῶν νοσημάτων οἰομένους εἶναι τὸν λόγον ἐν τῷ
3. προσγεγράφθαι, καὶ γὰρ τοῖς γε νοσέουσι πᾶσιν ἐς ὑγίην
4. μέγα τι δύναται· πάντες γὰρ οἱ νοσοῦντες ὑπὸ διαίτης μόνης
5. οὐ θεραπεύονται, διὰ τὸ πολλοὺς δεῖσθαι καὶ χειρουργίας
6. καὶ φαρμακείας, ἔτι δὲ μᾶλλον οὐδὲ ὑπὸ πτισάνης
7. μόνης· οὔτε περὶ διαίτης μόνης ὀξέων οὔτε περὶ διαίτης
8. ἁπλῶς τῆς ἐπὶ πάντων τῶν νοσημάτων ὁ λόγος αὐτῷ νῦν
9. ἐστιν, οὐδὲ περὶ τῆς ἐν τούτῳ διαφωνίας μόνης, ἀλλὰ περὶ
10. πάσης ἁπλῶς τέχνης τῇ πείρᾳ κρίνεσθαι πεφυκυίας. ὁ γὰρ
11. τὸ κοινὸν καὶ καθόλου κριτήριον εὑρὼν, ἐκείνῳ κρίνει τὰ
12. κατὰ μέρος· ἓν δέ τι τῶν κατὰ μέρος ἐστὶ καὶ τὸ περὶ
13. πτισάνης τοῖς ἰατροῖς διαπεφωνημένον, ὥσπερ γε καὶ τὸ
14. περὶ διαίτης οὐ μόνον ἐπὶ τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἄλλων
15. νοσημάτων, ἔτι τε γενικώτερον ὑπὲρ ἁπάσης θεραπείας καὶ
16. τούτου γενικώτερον ὑπὲρ ἁπάσης προνοίας σώματος, κᾂν
17. ἐφ᾿ ὑγείας ὄντων γίγνηται· δέονται γὰρ καὶ οὗτοι τῆς τέχνης
1. ἐπιστατούσης, οὐκ εἰς τὸ κτήσασθαι τὴν ὑγείαν, ἀλλ᾿ εἰς τὸ
2. φυλάττειν, ὅπερ ὁ Ἱπποκράτης εἶπε καὶ τοῖς ὑγιαίνουσιν ἐς
3. ἀσφαλείην· τὸ γὰρ φυλάττειν ὁτιοῦν ἀσφαλείας δεῖται.
4. χρήσιμον δ᾿ εἶναί φησι τὸ σκέμμα καὶ τοῖς ἀσκέουσιν εὐεξίην·
5. ὥσπερ γὰρ ἡ τῶν νοσούντων θεραπεία τοῦ προβεβλημένου
6. νῦν ὑπ᾿ αὐτοῦ δεῖται σκέμματος, οὕτως καὶ ἡ τῶν
7. ὑγιαινόντων ἀσφάλεια φυλακῆς ἕνεκα τῆς ὑγείας καὶ ἡ τῶν
8. ἀσκούντων πρόνοια κτήσεως ἕνεκα τῆς εὐεξίας. ταῦτα μὲν
9. οὖν πάντα τῆς περὶ τὸ σῶμα τέχνης ἐστὶ, τὸ δ᾿ ἐφεξῆς
10. εἰρημένον ἐπὶ πᾶσαν τέχνην ἐκτέταται. τί γάρ φησι καὶ
11. ἐς ὅ τι ἕκαστος ἐθέλει; καὶ γὰρ ὁ οἰωνιστὴς καὶ ἱεροσκόπος
12. καὶ μουσικὸς καὶ ῥήτωρ καὶ πᾶς τεχνίτης ἁπλῶς τῆς
13. κατὰ τὴν ἑαυτοῦ τέχνην διαφωνίας τὴν αἰτίαν εἴσεται μίαν
14. οὖσαν, ὅταν ἕκαστος τὸ κατὰ μέρος ἐπὶ τὸ καθόλου μεταφέρει.
15. οὕτως οὖν καὶ τὴν τῶν οἰωνιστῶν διαφωνίαν ἔγνων γεγονυῖαν
16. ἔκρινά τε τὸν ἀληθέστερα λέγοντα, καὶ τούτου χάριν ὀλίγον
17. ἔμπροσθεν ἐμνημόνευσα τοῦ τε Ἄραβος καὶ τοῦ Ἕλληνος
1. οἰωνιστοῦ. Πάσης γὰρ τέχνης σύστασις ἐν διορισμῷ γίνεται
2. τῶν ἰδίων ἀπὸ τῶν κοινῶν· ὁ γὰρ ταῦτα διορίσασθαι
3. δυνάμενος ἄριστος τεχνίτης ἐστίν. ὥσπερ δὲ καὶ ἡ σύστασις,
4. οὕτως καὶ ἡ κρίσις ἐν τῷ διορισμῷ τὴν ὕπαρξιν ἔχει·
5. σφάλλονται γὰρ οἱ συνιστάμενοι τὰς τέχνας, ὅταν τό τινι
6. συμβεβηκὸς ἤτοι γε ἐπὶ πάντας ἐκτείνωσιν, ἢ πλείονάς γε
7. τοῦ προσήκοντος· τὸ μὲν γὰρ ὅλως μηδενὶ συμβεβηκὸς οὐδεὶς
8. ἂν ἐν τέχνῃ τοιαύτῃ πείσειεν ἑαυτὸν ἀληθὲς εἶναι·
9. κατὰ τοῦτο γὰρ ἡ ὄντως γίγνεται διαφωνία κατὰ τὸ πείθειν
10. ἕκαστον ἑαυτὸν, οὐ κατὰ τὸ προσποιούμενον καὶ καταπλαττόμενον
11. ἐρίζειν φιλονεικοῦντα, καθάπερ ἔνιοι περί
12. τινων ἑτέρως ἢ ὡς κατὰ τὴν ψυχὴν διάκεινται καὶ οἱ φάσκοντες
13. ἄδηλον εἶναι πότερον ἐγρηγόραμεν ἢ κοιμώμεθα καὶ
14. σωφρονοῦμεν ἢ μαινόμεθα· καὶ εἰ τοῦτό γε συγχωρηθείη
15. δῆλον εἶναι, ἀλλ᾿ ὁπότεροί γε μᾶλλον ἀληθεύουσιν ἄδηλον
16. ὑπάρχειν φασὶν, εἴθ᾿ οἱ ἐγρηγορότες τῶν κοιμωμένων εἴτε
17. τῶν μαινομένων μᾶλλον οἱ μὴ μαινόμενοι· πεπεισμένος
18. γὰρ οὐδεὶς οὕτως οὐδὲ δοξάζων ἐν τῇ ψυχῇ τοὺς λόγους
1. τούτους, ἀλλ᾿ ἐρίζων ποιεῖται. κατὰ τὴν ἰατρικὴν δὲ τέχνην
2. τινὲς μὲν ἐπεχείρησαν καινοτομεῖν, οὐ δυνάμενοι βέλτιόν τι
3. τῶν ἔμπροσθεν εὑρηκέναι, κατανενοηκότες δὲ τὸ τῶν ἰδιωτῶν
4. πάθος, ὅπερ Ἱπποκράτης εἶπε· τὸ γὰρ ξενοπρεπὲς
5. οὔπω συνιέντες εἰ χρηστὸν ἐπαινοῦσι μᾶλλον ἢ τὸ σύνηθες,
6. ὃ οἴδασιν ὅτι χρηστόν. ἔνιοι δὲ καὶ διὰ τῆς ἡδίστων διαιτημάτων
7. ἐπαγγελίας ἀναπείθοντες προσάγονται τοὺς κάμνοντας,
8. εἰδότες μὲν ὅτι πανουργοῦσιν, ἀλλ᾿ ἤτοι διὰ φιλοχρηματίαν
9. ἢ διὰ φιλοδοξίαν ἐπιχειροῦντες πανουργεῖν τὰ
10. τοιαῦτα. τῆς οὖν ἄχρι λόγου διαφωνίας, ὁποία καὶ ἡ τῶν
11. τοιούτων ἀνδρῶν ἐστιν, ἐξῃρημένης, ἡ κατ᾿ ἀλήθειάν τε καὶ
12. ὄντως διαφωνία γίγνεται, παρὰ τὸ μὴ διορισθῆναι τὴν
13. ἀπόφασιν, ἀλλ᾿ ἤτοι περὶ πλειόνων ἢ προσῆκεν ἢ περὶ πάντων
14. ὡς ὁμοίως ἐχόντων ἀποφήνασθαι. καὶ κατὰ τοῦτο
15. ἐπαινεῖσθαι δίκαιόν ἐστι τὸν Ἱπποκράτην τῆς ὄντως διαφωνίας
16. μνημονεύσαντα μόνης, ἣν οἱ κατ᾿ ἀλήθειαν ἐθέλοντες
17. τέχνην τινὰ συστήσασθαι πάσχουσιν, ἐν ταῖς ἑαυτῶν ψυχαῖς
1. διαφόρως δοξάζοντες, οὐκ ἄχρι λόγου προσποιητῶς ὑπὸ
2. πανουργίας διὰ φιλοδοξίαν ἢ φιλοχρηματίαν. οὐδεὶς γὰρ
3. ὄντως τῇ πείρᾳ κρίνων τὰς ἐπινοίας ἐπὶ τὴν Πετρωνᾶ
4. ἀγωγὴν ἀφίξεται, κρέα διδοὺς ὀπτὰ καὶ οἶνον μέλανα
5. τοῖς ὀξέως πυρέττουσιν, ὥσπερ δὲ οὐδὲ δίψει τοσούτῳ κολάζων
6. αὐτοὺς, ὡς κοτύλης ὕδατος εἰκοστὸν μέρος διδόναι·
7. τὰ γὰρ τοιαῦτα διαιτήματα παντάπασιν ἄτοπα καὶ δυοῖν
8. θάτερον, ἢ διὰ τὸ ξενοπρεπὲς ἐπιτηδευόμενα πανούργοις ἀνθρώποις,
9. ἢ δι᾿ ἐμπληξίαν ἐσχάτην, εἴπερ ὄντως ᾤοντο μόνοι
10. τὴν ἀλήθειαν εὑρηκέναι. τὰ δ᾿ ὑφ᾿ Ἱπποκράτους γεγραμμένα
11. καὶ περὶ τοὺς ἀληθῶς σπουδάζοντας τέχνην συστήσασθαι
12. φρονίμους ἄνδρας γίνεσθαι δύναται, διὰ τὸ μὴ φέρειν
13. μεγίστην βλάβην, ὅταν οἷς οὐ χρὴ προσενεχθῇ. τὰ μὲν
14. οὖν τοιαῦτα δυσδιόριστον ἔχει τὴν ἐκ τῆς πείρας κρίσιν, τὰ
15. δὲ πολὺ διαφέροντα ῥᾳδίαν· τὴν οὖν ἐν τοῖς ὀλίγον ἀλλήλων
16. ὑπερέχουσι κρῖναι διαφωνίαν καὶ δεῖξαι τίσι μὲν ἐπὶ πτισάνης
17. μόνης διαιτητέον ἐστὶ τῶν ὀξέως νοσούντων, τίσι δὲ
1. κριθώδους δοτέον, τίσι δ᾿ οὐδ᾿ ὅλως, ἀλλ᾿ ἐπὶ ποτοῦ μόνου
2. διαιτητέον ἄχρι κρίσεως, ἄξιόν ἐστι τῆς Ἱπποκράτους
3. συνέσεως.

Cliquer un n° de page pour en afficher l’image