6. Πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν
7. γευμάτων ἐν τουτέοισι τοῖσιν ὀξέσι νοσήμασι, καὶ
8. ἐπαινέω γε τοὺς προκρίναντας. τὸ γὰρ γλίσχρασμα αὐτέης
9. λεῖον καὶ συνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν
10. καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι
11. καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον
12. κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ, ἀνῴδηκε γὰρ ἐν τῇ
13. ἑψήσει, ὁκόσον ἂν πλεῖστον ἐπεφύκει διογκοῦσθαι.
15. Τοῦτον τὸν λόγον ἀναγνῶναί μοι δοκοῦσι μόνον
16. οἱ περὶ πτισάνης ἐπιγράψαντες τὸ βιβλίον· ὥσπερ
17. αὖ πάλιν οἱ πρὸς τὰς Κνιδίας γνώμας τὸ πρῶτον προοίμιον·
18. ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ μηκέτι πρὸς τοὺς Κνιδίους ἰατροὺς
1. τὸν λόγον ποιούμενος, ἀλλὰ προτρέπων ἐπὶ τὴν ἄσκησιν
2. τῆς τῶν ὀξέων νοσημάτων θεραπείας. ὁ δὲ δὴ τρίτος
3. λόγος, ὃν ἄχρι δεῦρο διῆλθεν, ἤδη αὐτῆς τῆς διαιτητικῆς
4. τέχνης τῶν ὀξέων νοσημάτων ἐστὶν, οὐ μὴν εἰς μόνην γε
5. αὐτὴν χρήσιμος, ἀλλ᾿ ὑποπεπτωκὼς ἑτέρῳ γενικωτέρῳ. δέδεικται
6. δέ μοι κᾀν τοῖς περὶ ἀγμῶν καὶ ἄρθρων ἔθος Ἱπποκράτει
7. τοὺς ὑποπεπτωκότας λόγους ἑτέροις τισὶ καθολικωτέροις
8. ἐπισημαίνεσθαι καὶ τήν γε διδασκαλίαν τῶν καθόλου
9. δι᾿ αὐτῶν ποιεῖσθαι προκειμένων ὡς παραδειγμάτων·
10. οὗτος γὰρ οὔτε ἀποχωρεῖ τοῦ προκειμένου σκέμματος οὔτε
11. πολλαχῶς διδάσκει τὸ κοινὸν πολλῶν. ὥσπερ δὲ ἐπὶ τῆς
12. πτισάνης τὸν λόγον ἐποιήσατο, τὴν αἰτίαν τῆς περὶ αὐτῆς
13. διαφωνίας καὶ ζητήσας καὶ κρίνας, οὕτω καὶ περὶ διαίτης
14. ἁπάσης τῶν ὀξέων τὴν κρίσιν ὀρθὴν ἐποιήσατο. καὶ γὰρ
15. καὶ περὶ φλεβοτομίας καὶ περὶ καθάρσεως καὶ βαλάνου καὶ
16. κλυστῆρος χρήσεως, ὡσαύτως δὲ καὶ περὶ καταπλασμάτων
17. καὶ πυριαμάτων, οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος
1. καὶ λουτροῦ χρήσεως οὐ σμικρὰ διαφωνία γέγονε τοῖς ἰατροῖς,
2. ὑπὲρ ὧν ἁπάντων ὁ Ἱπποκράτης ἐν τούτῳ τῷ βιβλίῳ διῆλθε,
3. κατὰ μίαν μέθοδον ἣν ἀρτίως εἶπον, ἧς τὴν δύναμιν
4. ἐοίκασιν ἐγνωκέναι καὶ οἱ ἐμπειρικοὺς ἑαυτοὺς ὀνομάσαντες,
5. διορισμοῖς χωρίζοντες ἀπὸ τῶν κοινῶν τὰ ἴδια· καλεῖν δὲ
6. εἰώθασι διαστολὰς μᾶλλον ἢ διορισμοὺς τοὺς ἀπὸ τοῦ κοινοῦ
7. τὸ ἴδιον ἀποκρίναντάς τε καὶ χωρίζοντας λόγους. ἴδωμεν
8. οὖν ἤδη τὰ περὶ τῆς πτισάνης εἰρημένα τῷ Ἱπποκράτει.
9. δοκέουσιν οὖν μοι, φησὶν, οἱ πρόσθεν ἰατροὶ προκρῖναι
10. πτισάνην ὀρθῶς τῶν σιτηρῶν γευμάτων ἐν τοῖς
11. ὀξέσι νοσήμασι. σιτηρὰ δὲ γεύματα λέγει τὰ ἐκ σίτου γινόμενα·
12. σῖτον δὲ ὀνομάζουσιν οἱ ἄνθρωποι μάλιστα μὲν τοὺς
13. πυροὺς, ἤδη δὲ καὶ τὰς κριθὰς τούτοις προσνέμουσι καὶ
14. τὰς ζειάς· ἐπὶ πλεῖον δὲ ἐκτείνοντες τὴν προσηγορίαν καὶ
15. τὰ δημήτρια καλούμενα σπέρματα συγκαταλέγουσι, φακοὺς
16. δηλονότι καὶ κυάμους καὶ θέρμους καὶ λαθύρους ἔλυμόν τε
17. καὶ κέγχρον καὶ πισὸν καὶ τῆλιν καὶ βρόμον καὶ τίφας,
18. ἐρεβίνθους τε καὶ ὅσα τἄλλα τοιαῦτα. τούτων οὖν πάντων
1. τῶν σιτηρῶν γευμάτων τὰ μὲν ἄλλα καὶ πρὸς τῶν ἰδιωτῶν
2. κατέγνωσται διὰ τὸ παραχρῆμα μεγάλην ἐπιφέρειν βλάβην,
3. ἄρτος δὲ μόνος καὶ χόνδρος ἐπὶ τῶν ὀξέως νοσούντων δίδοται
4. καὶ πρὸς ταῦτά ἐστι μόνα παραβάλλειν τὴν πτισάνην
5. ἡ γάρ τοι φακὴ καὶ ἡ κέγχρος καὶ ἡ τῆλις ὡς φάρμακά
6. ποτε προσφέρεται διά τινα τῶν κατὰ κοιλίαν νοσημάτων,
7. οὐχ ὡς σιτία τροφῆς ἕνεκα. τῶν οὖν σιτηρῶν ἐδεσμάτων
8. ὀρθῶς προκεκρίσθαι φησὶ τὴν πτισάνην, ἄρτου δηλονότι
9. καὶ χόνδρου καὶ ζειῶν, ἐξ ὧν ὁ καλούμενος τράγος γίνεται.
10. τοὺς γὰρ οἰομένους μηδέπω χόνδρον εἶναι κατὰ
11. τοὺς Ἱπποκράτους χρόνους ἀγνοοῦντας ἐλέγξεις ἐκ τοῦ τῶν
12. παλαιῶν κωμικῶν ἐνίους μεμνημονευκέναι χόνδρου, καὶ αὐτὸν
13. δὲ τὸν Ἱπποκράτην κατὰ τὸ περὶ διαίτης ὑγιεινῆς· εἰ
14. γὰρ καὶ μὴ Ἱπποκράτους ἐστὶν ἐκεῖνο τὸ βιβλίον, ἀλλ᾿ Εὐρυφῶντος
15. ἢ Φαῶντος ἢ Φιλιστίωνος ἢ Ἀρίστωνος ἤ
16. τινος ἄλλου τῶν παλαιῶν, (εἰς πολλοὺς γὰρ ἀναφέρουσιν
17. αὐτὸ) πάντες ἐκεῖνοι τῶν παλαιῶν ἀνδρῶν εἰσι, ἔνιοι μὲν
18. Ἱπποκράτους πρεσβύτεροι, τινὲς δὲ συνηκμακότες αὐτῷ. μνημονεύω
1. δὲ Ἱπποκράτους νῦν τοῦ Ἡρακλείδα υἱέος, οὗ τοῦτό
2. ἐστι τὸ βιβλίον· ὁ γάρ τοι πάππος αὐτοῦ, ὁ Γνωσιδίκου
3. υἱὸς Ἱπποκράτης, κατὰ τινὰς μὲν ὅλως οὐδὲν ἔγραψε, κατὰ
4. τινὰς δὲ δύο μόνα, τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων.
5. διὰ τί δὲ ὀρθῶς ἡ πτισάνη προκέκριται τῶν σιτηρῶν ἐδεσμάτων
6. ἀποδειχθήσεται δι᾿ ὧν ἐπιφέρει αὐτὸς λέγων· ὅσα
7. γὰρ αὐτῇ πρόσεστιν ἀγαθὰ πρὸς τὴν τῶν ὀξέων νοσημάτων
8. ἴασιν, οὐδενὶ τῶν ἄλλων ὑπάρχοντα εὑρήσεις· ὀρθὴ δ᾿ ἄν
9. σοι γένοιτο κρίσις ἐννοήσαντι τήν τε τῶν ὀξέων νοσημάτων
10. φύσιν καὶ τὴν τῆς πτισάνης δύναμιν. ἡ μὲν οὖν τῶν
11. ὀξέων νοσημάτων φύσις ἐστὶν, ὡς αὐτὸς εἶπεν ὀλίγον ἔμπροσθεν,
12. ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς· ἡ δὲ τοῦ πυρετοῦ
13. γένεσις ἐκτροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδές
14. ἐστιν, ὡς ἐν ἄλλοις τέ τισιν ἔχει δεῖξαι καὶ νῦν δηλώσει
15. λέγων ἐπ᾿ αὐτοῦ· ἄρχεσθαι μὲν γὰρ ἐκ τοῦ θώρακος,
16. εἰς τὴν κεφαλὴν δὲ ἀναπέμπειν τὴν φλόγα. καὶ μὲν δὴ
17. κᾀν τοῖς τῶν ἐπιδημιῶν τὸν μέγαν πυρετὸν ὀνομάζειν εἴωθε
18. πῦρ, ὡς οὐκ ἄλλην τινὰ φύσιν ἔχοντα παρὰ τὴν τοῦ πυρὸς
1. οὐσίαν. εἴπερ οὖν τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα,
2. τὸ τῶν πυρετῶν ἴδιον ἴαμα δύναμιν χρὴ ἔχειν ψύχουσάν
3. τε καὶ ὑγραίνουσαν· τοῦτο γὰρ ὑπεναντίον ἔσται τῇ φύσει
4. τοῦ πυρετοῦ, θερμῇ τε οὔσῃ καὶ ξηρᾷ, τοιοῦτον γὰρ τὸ
5. πῦρ· καὶ μὲν δὴ καὶ τῶν διὰ τὴν τῶν χυμῶν σηπεδόνα
6. γιγνομένων πυρετῶν οὐ σμικρὰν φροντίδα πεποιῆσθαι χρὴ
7. τοῦ πεφθῆναι μὲν αὐτῶν ὅσον ἂν ἐγχωρῇ δέξασθαι τὴν
8. πέψιν, ἐκκριθῆναι δὲ τὸ κατωπτημένον ἤδη καὶ μηκέθ᾿ οἷόν
9. τε πεφθῆναι. καὶ εἴπερ τῶν ταῦτα ἐργάσασθαι δυναμένου
10. σιτίου τοῖς πυρέττουσίν ἐστι χρεία, ἐὰν καὶ τὸ
11. ῥᾳδίως πέττεσθαί τε καὶ ἀναδίδοσθαι παρῇ, πάντα ἂν ἤδη
12. τὰ τοιαῦτα ὧν χρῄζομεν ἔχοι. τίς οὖν ἐστιν ἡ τῆς πτισάνης
13. δύναμις ἀκούσωμεν αὐτοῦ. τὸ γλίσχρασμα, φησὶ,
14. λεῖον. τὸ λεῖον ἀντίκειται τῷ τραχύνοντι· τραχύνει δὲ τὰ
15. δριμέα καὶ ὀξέα καὶ στύφοντα. δριμέα μὲν οὖν ἅπαντ᾿ ἐστὶ
16. τὰ θερμαίνοντα, καθάπερ ὄροβος καὶ τῆλις· ὀξέα δὲ τὰ
17. μὲν ἄλλα παρείσθω, τὸ δ᾿ ὀξύμελι μόνον ἐν λόγῳ γιγνέσθω·
18. καθάπερ γε τῶν στυφόντων παρείσθωσαν ἀχράδες καὶ μέσπιλα
1. καὶ ὅσα τοιαῦτα, τῶν δὲ σιτηρῶν ἡ φακή ἐστι καὶ
2. τὰ τοιαῦτα. ἐκπέφευγεν οὖν ἡ πτισάνη τὴν τῶν τραχυνόντων
3. κακίαν, ἔχουσα πρὸς τῷ κατὰ τὴν ἁφὴν λείῳ καὶ
4. τὸ κατὰ δύναμιν λεῖον. ἔστι δὲ καὶ συνεχὴς ἡ γλισχρότης
5. αὐτῆς, ὁμοίας ἑαυτῇ κατὰ πάντα ὑπαρχούσης τὰ μόρια διὰ
6. τὸ τῆς ἑνώσεως ἀκριβὲς, ὅπερ οὐχ ὑπάρχει ταῖς ζειαῖς.
7. ἔπαινος δὲ οὐ μικρὸς τῆς πτισάνης καὶ τὸ προσηνὲς, ἐναντίον
8. ὑπάρχον τῷ ἀπηνεῖ, τουτέστι τῷ κατὰ τὴν λῆψιν ἀηδίαν
9. τινὰ ποιοῦντι, καθάπερ ἀμέλει καὶ ὁ ἄρτος ἀηδής ἐστι
10. λαμβανόμενος, εἰ μὴ διαβρέξειας αὐτὸν ἱκανῶς· ἀλλὰ καὶ
11. οὕτως ἀπολείπεται τῶν κατὰ τὴν πτισάνην προσηνοῦς, ὡς
12. ἂν μηδὲ μασήσεως δεομένης, ἀλλ᾿ ὁμοίως τοῖς ποτοῖς καταπίνεσθαι
13. δυναμένης. οὐ σμικρὸν δὲ πλεονέκτημα καὶ τὸ
14. ὀλισθηρὸν αὐτῆς καὶ μάλιστα τοῦ χυμοῦ· διεξέρχεται γὰρ
15. τὸν θώρακα, μηδαμόθι μέρος αὐτοῦ καταλιπὼν μηδὲν τῇ
16. διόδῳ, καθάπερ τὰ δυσαπολύτως ἐμπλαττόμενα· καὶ σχεδὸν
17. ἅπαντα τὰ γλίσχρα, πλὴν τῆς πτισάνης, πέπονθε
18. τοῦτο, ὅπου γε καὶ τὸ ἐκ τοῦ χόνδρου ῥόφημα τὸ μὲν
1. γλίσχρον ἔχει, τὸ δὲ ὀλισθηρὸν οὐκ ἔχει· πτισάνῃ δ᾿ ὑπάρχει
2. τὸ ὀλισθηρὸν καὶ τὸ ῥυπτικόν. οἱ δ᾿ οὖν ἰατροὶ πρὸς
3. τὸ διαῤῥύψαι γλίσχρον χυμὸν ἐμπεπλασμένον τῇ γαστρὶ
4. τοῖς ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἐμέτοις χρῶνται καθὰ
5. τοῖς ἀπὸ τοῦ μελικράτου, καὶ ὠμὴν δὲ λειοῦντες ἐπιχρίουσι
6. τοῖς προσώποις οἱ ἀνδραποδοκάπηλοι, ῥύψεως ἕνεκα τῆς ἐν
7. αὐτοῖς ἀχροίας κατὰ τὸ δέρμα συνισταμένης. τοῦτ᾿ οὖν τὸ
8. ῥυπτικὸν αὐτῆς καὶ πρὸς τὴν ὑποχώρησιν ἐπιτήδειον καὶ
9. πρὸς τὴν ἀνάδοσιν, καὶ μάλισθ᾿ ὅταν ἐκ τῶν σιμῶν τοῦ ἥπατος
10. εἰς τὰ κυρτὰ δέῃ μεταληφθῆναι τὴν ἀναδιδομένην
11. τροφήν· ἐνταῦθα γὰρ ἐμπλάττεται τὰ παχύχυμα καὶ κολλώδη
12. πάντα καὶ διὰ τοῦτο χόνδρος οὐκ ἐπὶ τῶν μόνον
13. τοῦτο τὸ σπλάγχνον πεπονθότων βλαβερώτατός ἐστιν, ἀλλὰ
14. κᾀπὶ τῶν μηδέπω μὲν ἐχόντων αὐτὸ βεβλαμμένον,
15. ἐν δὲ τῇ φυσικῇ διαπλάσει στενόπορον· ὅσοι γὰρ οὕτω
16. διάκεινται φύσει, τὰ κολλώδη καὶ παχύχυμα πάντα αὐτοῖς
17. ἐμπλάττεται καὶ διὰ τοῦτο βάρους αἰσθάνονται κατὰ
18. τὸ σπλάγχνον ἐν ταῖς ἀναδόσεσιν αὐτῶν. καὶ μὲν δὴ
1. καὶ πλαδαρόν ἐστι τὸ γλίσχρασμα τῆς πτισάνης, οὐ
2. σφοδρῶς ὡς ὕδωρ καὶ μελίκρατον καὶ πρὸς τούτοις γε τό
3. τε ἐκ χόνδρου ῥόφημα καὶ τὰ ῥοφούμενα τῶν ὠῶν· ἅπαντα
4. γὰρ ταῦτα τὸν στόμαχον ἐργάζεται ὕπτιον τοῖς κάμνουσιν
5. αὐτοῖς ἐπιδήλως, ὡς ἀνατετράφθαι φάσκειν αὐτόν· ἡ δὲ
6. πτισάνη τὸ ὑγραίνειν ἔχουσα, τὸ ἀνατρέπειν τὸν στόμαχον
7. οὐκ ἔχει. στόμαχον δὲ ἀκουστέον νῦν, ὡς ἔθος νῦν τοῖς
8. ἀνθρώποις λέγειν ἐστιν, οὐ μόνον τὸν πόρον, ἀλλὰ καὶ τὸ
9. στόμα τῆς γαστρός. ὅταν οὖν ἄτονον τοῦτο καὶ ἔκλυτον
10. γένηται, μέχρι πολλοῦ μένει κατ᾿ αὐτὸ τὸ ἐδηδεσμένον ἐπιπολάζον
11. αὐτῷ· τοὐναντίον δὲ συμβαίνειν πέφυκεν ὅταν ὑποστραφὲν
12. ὑπό τινος τῶν εὐστομάχων ἐδεσμάτων ἀπώσηται τὸ
13. περιεχόμενον· αὐτίκα γὰρ ὁ πλάδος αὐτῷ συναπέρχεται καὶ
14. πέττεται καὶ ὑποχωρεῖ τὸ οὕτως ἀπωσθὲν, ὥσπερ ἄπεπτόν
15. τε μένει καὶ οὐ διαχωρεῖται ταχέως τὸ κατὰ τὸ στόμα τῆς
16. γαστρὸς ἐπιπολάζον· ὀρέγεσθαι γὰρ ἔργον οὐ πέττειν ἐστὶ
17. τοῦδε τοῦ μορίου. τὰ μὲν οὖν στύφοντα τῶν ἐδεσμάτων
18. ὥσπερ ἔχουσι τὸ ῥωννύειν τὸ στόμα τῆς γαστρὸς, οὕτω
1. καὶ ξηραίνει περαιτέρω τοῦ προσήκοντος· οὕτω δὲ καὶ ῥόφημα
2. τὸ ἐκ· χόνδρου καθάπερ ὑγραίνειν, οὕτω καὶ ὑπτιάζειν
3. πέφυκεν. ἡ τοίνυν πτισάνη τὴν ἀρετὴν τῶν ὑγραινόντων
4. ἔχουσα τὴν κακίαν ἐκπέφευγεν. ἐφεξῆς δὲ τί φησιν
5. ὁ Ἱπποκράτης; καὶ ἄδιψον αὐτὴν εἶναι· μέγιστόν τε
6. καὶ τοῦτο μαρτυρῶν, ἐν νοσήματι διακαίοντί τε καὶ ξηραίνοντι
7. πᾶν τὸ σῶμα. κατὰ τοῦτο μὲν οὖν καὶ τοῦ μελικράτου
8. πολὺ κρεῖττόν ἐστιν ἡ πτισάνη, καίτοι τὸ εὐέκκριτον,
9. ὅπερ ἐφεξῆς εἶπεν ὑπάρχειν αὐτῇ, παραπλησίως τῷ μελικράτῳ
10. κεκτημένη· καὶ εἴ γε παραβαλεῖς πτισάνην μελικράτῳ,
11. πλεονεκτοῦσαν εὑρήσεις ἐπί τῶν ὀξέων νοσημάτων·
12. ἀλλὰ τοῦτο μὲν ἐπὶ προήκοντι τῷ λόγῳ δείξω, τὸν δὲ περὶ
13. πτισάνης λόγον ἐπὶ τέλος ἀγαγεῖν καιρός. εὐέκπλυτον γὰρ
14. αὐτὴν εἶπε μετὰ τοῦ προσθεῖναι, εἴ τι καὶ τούτου προσδέοι,
15. ὡς οὐκ ἐπὶ πάντων νοσημάτων ὀξέων χρῃζόντων ἡμῶν ἐδέσματος
16. εὐεκπλύτου. τὰ μὲν γὰρ ἄλλα πάντα τὰ εἰρημένα
17. τῆς πτισάνης ἀγαθὰ διὰ παντός εἰσι χρήσιμα τοῖς ὀξέσι
18. νοσήμασι, τὸ δ᾿ εὐέκπλυτον, ἐφ᾿ ὧν ὑπιέναι βουλόμεθα τὴν
1. γαστέρα, βραδυνόντων κατὰ τὴν διέξοδον τῶν σιτίων ἐπιτήδειόν
2. ἐστιν. οὐκ οὖν ὡς ἐναντίον τῇ διαθέσει τοῦ πυρετοῦ
3. τὸ εὐέκπλυτον, οὐδ᾿ ὡς ἕν τι τῶν οἰκείων βοηθημάτων,
4. ἀλλ᾿ ὡς ἐπανορθούμενόν τι σύμπτωμα χρήσιμον ὑπάρχει.
5. ἐφεξῆς δέ φησι· καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον
6. κακόν· τὸ γλίσχρασμα δηλονότι τῆς πτισάνης, οὕτω γὰρ
7. ἤρξατο τοῦ περὶ αὐτῆς λόγου. τὸ μὲν δὴ μὴ ἔχειν στύψιν
8. ἀγαθόν ἐστιν ἐνίοις μάλιστα· πλὴν γὰρ ἢ διὰ σύμπτωμα
9. συγκοπτικὸν ἢ γαστρὸς ἄμετρον ῥύσιν οὐκ ἄν τις χρήσαιτο
10. τῶν στυφόντων ἐδεσμάτων οὐδενί· συνάγει γὰρ καὶ σφίγγει
11. τὰ σώματα καὶ μύειν ἀναγκάζει τὰς διεξόδους τῆς ἀναδόσεως
12. καὶ τῆς τροφῆς καὶ τῆς εἰς τοὐκτὸς διαπνοῆς, ἃς ἀνεῷχθαι
13. συμφέρει. τὸ δὲ μηδὲ ἄραδον ἔχειν, τουτέστι τὸ
14. μηδεμίαν ἐν τῷ πέττεσθαι ταραχὴν ἐμποιεῖν, εἰς ἔπαινον
15. καὶ αὐτὸ διαφέρει τῆς πτισάνης· ὅπερ ἐπὶ πολλῶν ἐδεσμάτων
16. γίνεται, τῶν μὲν δακνόντων τὴν γαστέρα, τῶν δὲ
17. φυσώντων, ἐνίων δὲ καὶ ἐκ μαχομένων ταῖς δυνάμεσι μερῶν
18. συγκειμένων, ὅπερ ἀμέλει κᾀπὶ τῆς φακῆς ἐστι καὶ τῆς
1. κράμβης· αὐτὸ μὲν γὰρ αὐτῶν τὸ στερεὸν σῶμα τῶν ἐφεκτικῶν
2. γαστρός ἐστιν· ὁ δὲ χυλὸς τῶν ἐρεθιστικῶν τε καὶ
3. ὑπακτικῶν. οὕτω δὲ καὶ οἱ τὸν ἐγκέφαλον ἀρτύοντες ἐλαίῳ
4. καὶ γάρῳ τὸ σύμπαν ἐξ αὐτῶν ἀνομοιομερές· τε καὶ στασιάζον
5. ἑαυτῷ ποιοῦσι, τοῦ μὲν ἐγκεφάλου τὸ στάσιμον καὶ
6. βραδύπορον ἔχοντος, τῶν δὲ μιχθέντων αὐτῷ πρὸς τὴν
7. ἔκκρισιν ὁρμᾷν χρησίμων. ὡσαύτως καὶ ὠὸν, εἴτε μετὰ
8. μέλιτος, εἴτε μεθ᾿ ἁλῶν, εἴτε μετὰ γάρου λαμβάνοιτο τὸ
9. συγκείμενον ἐξ αὐτῶν, διαφόρους ἔχει τὰς δυνάμεις, οἵ τε ζωμοὶ
10. σχεδὸν ἅπαντες. ὅθεν καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου
11. τὸ γλίσχρασμα τῆς πτισάνης ἐπαινῶν ἔφη, συνεχὲς, ὅπερ
12. οὐκ ἂν γένοιτο χωρὶς τοῦ τὸ σύμπαν ὁμοιομερὲς εἶναι. νυνὶ
13. δὲ τῷ ἀράδῳ καὶ τὸ κακὸν προσέγραψεν, οὐχ ἁπλῶς
14. εἰπὼν οὐκ ἔχειν ἄραδον τὴν πτισάνην, ἀλλὰ προσθεὶς τὸ
15. κακόν· οὐδὲν γὰρ τοῦδε μᾶλλον ἐναντιοῦται πέψει σιτίων.
16. ὥστε καὶ οἱ περὶ πέψεως γράψαντες τὴν ποικιλίαν τῶν
17. ἐδεσμάτων, καὶ μάλισθ᾿ ὅταν ἐξ ἐναντίων ταῖς δυνάμεσι
18. σύγκειται, βλαβερωτάτην εἶναί φασι, κωλύουσαν τὰ ληφθέντα
1. πέττεσθαι καλῶς. φυλάττονται δὲ αὐτὸ μάλιστα καὶ οἱ
2. γυμνασταὶ καὶ οἵ |γε νομίμως ἀθλοῦντες ἐπὶ μὲν τοῦ ἀρίστου
3. τὸν ἄρτον μόνον ἐσθίουσιν, ἐπὶ δὲ τοῦ δείπνου τὸ
4. κρέας. ἐπὶ πλέον δ᾿ ἄν σοι περὶ τούτων ἔλεγον, εἰ μὴ καὶ
5. κατὰ σεαυτὸν δυνατὸς ἦσθα εὑρίσκειν αὐτὰ, ὁρμώμενος ἐκ
6. τῶν εἰρημένων περὶ πέψεως ἐν τοῖς τῶν φυσικῶν δυνάμεων
7. ὑπομνήμασιν· εἰ δὲ οὐκ ἐξεμελέτησας ἐκεῖνα, μάτην καὶ τούτοις
8. ὁμιλεῖς. διὸ περὶ μὲν ἀράδου παύομαι λέγων, ἐπὶ δὲ
9. τὸ πάντων ὕστατον εἰρημένον ὑπ᾿ αὐτοῦ μεταβήσομαι λέγοντος
10. ἔτι περὶ τῆς πτισάνης. οὔτ᾿ ἀνοιδίσκεται ἐν τῇ
11. κοιλίῃ. γινώσκων γὰρ ὅτι μέμφονται τῆς πτισάνης πολλοὶ
12. τὸ φυσῶδες, εἰκότως προσέθηκεν· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει
13. ὅσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι· τῇ προσθήκῃ καὶ
14. τὸ ἔγκλημα συνενδειξάμενος καὶ τὴν λύσιν εἰπὼν αὐτοῦ καὶ
15. τὴν ἕψησιν διδάξας. γράφει δ᾿ οὐδὲν ἦττον ἔτι κᾀν τοῖς
16. ἐχομένοις περὶ τῆς ἑψήσεως· ἀλλὰ νῦν γε τοσοῦτον
17. προσθήσω τῷ περὶ πτισάνης λόγῳ. πτισάνην μὲν ἑψήσας
1. ἐπὶ πλεῖστον ἄφυσον ἔδεσμα ποιήσεις. ἔτνος δὲ κυάμινον
2. οὐδ᾿ εἰ τρισὶν ἡμέραις καθεψήσαις, ἄφυσον ἐργάσῃ ποτέ·
3. ἐκ γὰρ τῆς οἰκείας οὐσίας ἔχει τὸ φυσῶδες, οὐχ ὥσπερ ἡ
4. πτισάνη διὰ τὸ τῆς ἑψήσεως ἐλλιπές. εἰθισμένοι γοῦν εἰσιν
5. οἱ ἕψοντες αὐτὴν ἀφίστασθαι θᾶττον ἤδη καὶ μάλισθ᾿
6. οἱ τῶν πλουσίων μάγειροι· τρίβοντες γὰρ αὐτὴν ὠμὴν ἐν
7. θυείᾳ καὶ μετὰ ταῦτα θερμήναντες ἐπ᾿ ὀλίγον, οὐ γὰρ
8. ἑψήσαντές γε προσφέρουσι τοῖς δεσπόταις. ἀλλὰ περὶ μὲν
9. ἑψήσεως πτισάνης, ὡς ἔφην, καὶ αὖθις εἰρήσεται· νυνὶ δὲ
10. ἐπεὶ τὴν δύναμιν ἐδήλωσεν αὐτῆς, ἑξῆς ἐρεῖ τὸν διορισμὸν
11. τῆς χρήσεως, ἐφ᾿ ὃν κᾀγὼ μεταβήσομαι, προαναμνήσας ὅτι
12. τὸν περὶ τῆς παραβολῆς πρός γε μελίκρατον καὶ τἄλλα τῆς
13. πτισάνης λόγον ἐν τοῖς ἑξῆς ὑπέσχημαι τελέως
14. ποιήσασθαι.