Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.18, ed. Kühn, 1828, vol. 15, p. 465-468. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.18


17. Ὁκόσοι μὲν οἶν πτισάνῃσι χρέονται ἐν τουτέοισι τοῖσι νουσήμασιν,
18. οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι,
1. ἀλλὰ χρηστέον καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ
2. φαρμακίην ἢ κλύσιν διαλείπειν.

4. Ἐντεῦθεν ἄρχεται τῆς τοῦ ζητουμένου λύσεως· ἀλλ᾿ ἐλλιπῶς
5. χρησάμενος τῇ κατὰ τὴν λέξιν ἑρμηνείᾳ, διὰ τοῦτο
6. ἀσαφῆ ἐποίησε τὸν λόγον. ἐγὼ τοίνυν εἰπεῖν πειράσομαι,
7. καθ᾿ ὃν μάλιστα τρόπον ἑρμηνευθεὶς οὐδὲν ἂν ἔσχεν ἀσαφές·
8. ἀναλήψομαι δὲ ἀπ᾿ ἀρχῆς αὐτὸν ὧδέ πως. τίς ἡ αἰτία
9. τῆς διαφωνίας ἐστὶν, ὥστε τοὺς μὲν ταῖς κριθώδεσι
10. πτισάναις ἐπὶ τῶν ὀξέων χρῆσθαι, τοὺς δὲ τῷ χυλῷ μόνῳ,
11. τοὺς δὲ οὐδὲ τούτῳ μέχρι κρίσεως; τουτὶ μὲν οὖν τὸ πρόβλημα,
12. τῆς λύσεως δὲ ἐφεξῆς ἄκουε. τῶν ὀξέως νοσούντων
13. ἔνιοι μὲν ὑπὸ τοῦ χυλοῦ μόνου, ἔνιοι δὲ ὑπὸ τῆς πτισάνης,
14. ἔνιοι δὲ ὑπ᾿ οὐδετέρου τούτων ὠφελοῦνται· προπετέστερον
15. οὖν ἀπεφήνατο περὶ πάντων τῶν ὀξέως νοσούντων
16. ἕκαστος τῶν ἰατρῶν, ἐξ ὧν οὐκ ἐπὶ πάντων ἐπειράθη· ἀλλ᾿
17. ἐγὼ διοριοῦμαι καὶ δείξω τίνες μὲν ὑπὸ τῆς πτισάνης
18. ὀνίνανται, τίνες δὲ ἀπὸ μόνου τοῦ χυλοῦ, τίνες δὲ οὐδετέρου
1. χρῄζουσιν. ὅλαις μὲν οὖν πτισάναις δέονται χρῆσθαι
2. τῶν νοσούντων ὀξέως οἳ μήτε βοηθείας ἑτέρας χρῄζουσι
3. πρότερον, ἤτοι διὰ φλεβοτομίας ἢ γαστρὸς ὑπαγωγῆς ἤ
4. τινος τῶν τοιούτων, μήτ᾿ οὖν ἐστιν αὐτοῖς τι κινδυνῶδες
5. σύμπτωμα· χυλῷ δὲ οἱ τούτων ἔχοντές τι σφαλερώτερον· οὓς
6. δ᾿ ἤιοι διακενῶσαι διὰ φλεβοτομίας ἢ γαστρὸς ἀναγκαῖόν
7. ἐστιν ἢ ὀδυνωμένους παῦσαι, τούτοις μὴ πρότερον δίδου
8. πτισάνην ἢ τὸν χυλὸν αὐτῆς, πρὶν ἂν ὧν εἶπόν τι πράξῃς.
9. ταῦτ᾿ οὖν ἐχρῆν προγράψαντα τὸν Ἱπποκράτην τῶν κατὰ
10. μέρος, ἀφ᾿ ἑκάστου πάλιν ἀρξάμενον, οὕτω πεποιῆσθαι τὸν
11. λόγον, εἴπερ ἔμελλεν ἔσεσθαι σαφής· ἐπεὶ δὲ οὐκ ἐποίησεν,
12. εἰκότως ἀσαφὴς ἐγένετο, τὴν προσήκουσαν ἀποβαλὼν τάξιν.
13. ἀκολουθήσαντες οὖν αὐτοῦ ταῖς λέξεσιν, ἀνάγωμεν ἑκάστην
14. εἰς τὰ προειρημένα κεφάλαια καὶ πρώτην γε τὴν προκειμένην
15. ῥῆσιν ἐξεργαστέον. ἄκουσον δέ μου παραφράζοντος αὐτοῦ
16. τὴν λέξιν, ἅμα τῷ παρεντιθέναι τινὰ ῥήματα σαφηνείας
17. ἕνεκα· ὅσοι μὲν ἄῤῥωστοι πτισάνῃ χρῶνται ἐν τούτοις
18. τοῖς νοσήμασιν, (ἐρῶ δὲ ὀλίγον ὕστερον τίνες εἰσὶν οἱ χρησόμενοι)
1. τούτοις μὲν οὐδεμιᾷ ἡμέρᾳ κενεαγγητέον ἐστὶν, ὡς
2. ἔπος εἰρῆσθαι, εἰ μή τι δέοι διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν.
3. τούτοις οὖν καὶ δὶς διδοὺς, ἂν δεήσῃ, καλῶς πράξεις
4. καὶ πλῆθος ὅσον ἂν ἡ τοῦ σώματος δύναμις φέρῃ·
5. ὑφηγήσομαι δέ σοι σκοποὺς, πρὸς οὓς ἀποβλέπων ἢ διὰ
6. γαστρὸς ἢ διὰ φλεβὸς αὐτοὺς κενώσεις ἢ πυρίαις ἢ καταπλάσμασι
7. χρήσῃ. ταῦτ᾿ εἴπερ οὕτω προεῖπεν, εἶθ᾿ ἕκαστον
8. αὐτῶν ἐφεξῆς ἀναλαμβάνων κατὰ τὴν προσήκουσαν τάξιν
9. ἡρμήνευσεν, οὐκ ἀσαφὴς ὁ λόγος ἐγεγόνει· νυνὶ δὲ τὸ παρεμπῖπτον
10. ἀεὶ τελέως διεξέρχεσθαι προαιρούμενος,
11. ἄχρι πολλοῦ τὸν λόγον αἰωρούμενον ἐάσας εἰκότως ἐποίησεν
12. ἀσαφῆ· μαθήσῃ δὲ ἀληθεύοντα, τὰς κατὰ μέρος ῥήσεις
13. ἁπάσας εὑρίσκων σαφεῖς, τὸν δ᾿ ὅλον λόγον ἀσυνάρτητόν τε
14. καὶ διὰ τοῦτο ἀσαφῆ.

Cliquer un n° de page pour en afficher l’image