Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.19, ed. Kühn, 1828, vol. 15, p. 468-470. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.19


17. Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης
1. δὶς δοτέον, τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον
2. τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ ἢν ἐνδέχηται, καὶ τουτέοισι
3. δὶς διδόναι ἤν τι δοκέῃ προσδεῖν.

5. Δὶς αὐτοὺς σιτεῖσθαί φησιν, εἴπερ οὕτως εἰθισμένοι
6. εἰσὶ διαιτᾶσθαι· χρείας δὲ οὔσης δὶς λαμβάνειν καὶ τοῖς
7. ἅπαξ εἰθισμένοις ἐσθίειν, δὶς δώσεις τὴν πτισάνην, ἀρξάμενος
8. μὲν ἀπὸ τοῦ ἅπαξ, κατὰ βραχὺ δὲ προελθὼν ἐπὶ τὸ
9. δίς· τὸ γὰρ ἐκ προσαγωγῆς τοῦτο δηλοῖ καὶ γίνεται τὸν
10. τρόπον τοῦτον· ἅπαξ μὲν δώσεις αὔταρκες, ἐλάχιστον δὲ τὸ
11. κατὰ τὴν ἑτέραν δόσιν, εἶτα παραυξήσεις κατὰ βραχὺ καὶ
12. τοῦτο μέχρις ἂν εἰς ἴσον ἀμφοτέρας τὰς τροφὰς καταστήσῃς.
13. ἡ δὲ τοῦ λόγου πίστις οὔπω σαφής ἐστι τῷ τὸ βιβλίον
14. ἀναγινώσκοντι τοῦ Ἱπποκράτους, διὰ τὸ μὴ προδεδηλῶσθαι
15. παρ᾿ αὐτοῦ τίνες εἰσὶν οἱ πτισάνῃ χρώμενοι συμφερόντως.
16. ἀλλ᾿ ἐγὼ προειρηκὼς τοὺς μετρίως νοσοῦντας οὕτως
17. ὑπ᾿ αὐτοῦ διαιτᾶσθαι δείξω μικρὸν ὕστερον καὶ αὐτὸν
18. τὸν Ἱπποκράτην τοῦτο βουλόμενον. αὕτη μέν σοι τῆς προκειμένης
1. ῥήσεως ἡ ἐξήγησις· οἱ πλείους δὲ γράφουσιν αὐτὴν
2. κατὰ τήνδε τὴν λέξιν· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν
3. ἅπαξ δοτέον, τὴν πρώτην ἐκ προσαγωγῆς· ἢν δ᾿ ἐνδέχηται,
4. καὶ τουτέοισι δὶς διδόναι, εἰ δοκέει προσδεῖν. ἀλλ᾿ οὐκ
5. ἔχει νοῦν ἡ λέξις αὕτη· τὸ γὰρ τὴν πρώτην ἐκ προσαγωγῆς
6. ἀδύνατόν ἐστι γενέσθαι, τοῦ ἐν προσαγωγαῖς ἐν
7. πλείοσι προσφοραῖς γίνεσθαι πεφυκότος, οὐχ ἅπαξ οὐδὲ εὐθέως
8. ἐν τῇ πρώτῃ.

Cliquer un n° de page pour en afficher l’image