7. Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται, ὡς χρὴ ἕκαστα ἰητρεύειν,
8. ἐν τουτέοισι πολλὰ ἑτεροίως γινώσκω, ἢ ὡς ἐκεῖνοι
9. ἐπεξίεσαν.
11. Ἐπειδὴ πολλὰ παραλελεῖφθαι τοῖς Κνιδίοις ἰατροῖς εἶπεν
12. εἰς τέκμαρσιν χρήσιμα, τίνα λέγει τέκμαρσιν αὐτὸς ἐφεξῆς
13. ἐδίδαξεν, ὡς χρὴ εἰπὼν ἕκαστα ἰητρεύειν· εἰς γὰρ τὴν
14. τούτων εὕρεσιν ὅ τί περ ἂν ᾖ χρήσιμον, ἐκ τῆς τέχνης
15. ἐστίν. ἴσως οὖν τις δόξειε παραλελεῖφθαι τὰ πρὸς τὴν
16. διάγνωσίν τε καὶ πρόγνωσιν διαφέροντα τεκμήρια· τὸ δὲ
17. οὐχ οὕτως ἔχει, περιέχεται γὰρ ἐξ ἀνάγκης ταῦτα τοῖς εἰς
18. θεραπείαν διαφέρουσιν, ὡς εἴ γε μηδὲν εἰς τὴν τῆς ἀρίστης
1. θεραπείας εὕρεσιν ἡ διάγνωσις τῶν νοσημάτων ἢ ἡ πρόγνωσις
2. τῶν ἀποβησομένων συνετέλουν, παντάπασιν ἂν ἦσαν
3. περιτταὶ, νυνὶ δὲ ὅτι συντελοῦσι, διὰ τοῦτό εἰσι χρήσιμαι.
4. ὅτι μὲν οὖν διάγνωσις τῶν παθῶν ἀναγκαιοτάτη πρὸς τὴν
5. θεραπείαν ἐστὶν οὐδὲ λόγου δεῖ. πρῶτον γὰρ διαγνῶναι
6. χρὴ τί ποτέ ἐστι τὸ πάθος, εἶθ᾿ οὕτως ἐπιχειρεῖν αὐτὸ
7. θεραπεύειν. ὅτι δὲ καὶ ἡ πρόγνωσις εἰς τὴν θεραπείαν χρήσιμος
8. κατὰ τὸ προοίμιον ἐδίδαξεν αὐτὸς τοῦ προγνωστικοῦ.
9. ὥστε ἄν τις λέγῃ πάντα τὰ κατὰ τὴν ἰατρικὴν ἤτοι
10. γε εἰς διάγνωσιν ἢ εἰς θεραπείαν εἶναι χρήσιμα ἢ εἰς πρόγνωσιν,
11. δυνάμει λέγει ταὐτόν· ἡ μὲν γὰρ θεραπεία δι᾿ ἑαυτὴν
12. ἀσκεῖται τοῖς ἰατροῖς, ἡ δὲ πρόγνωσις καὶ διάγνωσις
13. ἕνεκα τῆς θεραπείας· ὅθεν οὐδὲ τὸ τέλος τῆς τέχνης διάγνωσιν
14. ἢ πρόγνωσιν εἶπεν εἶναί τις ὥσπερ τὴν θεραπείαν.
15. ἄκουε δὴ νῦν τὴν θεραπείαν τὴν τῶν νοσημάτων ἀναίρεσιν
16. ἤδη γεγενημένων, οὐ γινομένων ἔτι. γέγραπται δὲ περὶ τούτων
17. ἁπάντων ἱκανῶς ἐν τῷ περὶ τοῦ τέλους τῆς ἰατρικῆς
18. βιβλίῳ καὶ νῦν οὐ χρὴ τὸ πάρεργον ἔργον ποιεῖσθαι, τὴν
1. γνώμην τοῦ παλαιοῦ κατανοήσαντας ἤδη καὶ χωρὶς τῆς περὶ
2. τοῦ τέλους ἀκριβολογίας. γεγραμμένης δὲ τῆς προκειμένης
3. ῥήσεως καὶ καθ᾿ ἕτερον τρόπον ἐν πολλοῖς τῶν ἀξιοπίστων
4. ἀντιγράφων οὐκ ἄκαιρόν ἐστι κᾀκείνης μνημονεῦσαι· διαφέρει
5. δὲ τῆς προγεγραμμένης ἑνὶ γράμματι τῷ ἢ κατὰ τόνδε
6. τὸν τρόπον ἔχουσα, ὁκόταν δὲ εἰς τέκμαρσιν λέγηται
7. ἢ ὡς χρὴ ἕκαστα ἰητρεύειν. οἱ δὲ οὕτω γράφοντες τέκμαρσιν
8. μὲν τὴν διάγνωσίν τε καὶ πρόγνωσιν ἀκούουσι, τὸ δὲ,
9. ὡς χρὴ ἕκαστα ἰητρεύειν τὴν θεραπείαν, οὐ βουλόμενοι ταύτην
10. περιέχεσθαι ἐν τῷ τῆς τεκμάρσεως ὀνόματι· εἰ δέ γε
11. τοῦθ᾿ οὕτως ἔχει, κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ
12. φησιν, πολλὰ παρεῖται ἄλλα ἐν ἄλλοισι καὶ ἐπίκαιρα ἔνια
13. ἐόντα ἐς τέκμαρσιν, οὐκ ὀρθῶς ἔσται παραλελοιπὼς τὸ θεραπευτικὸν
14. μέρος τῆς τέχνης. εὔδηλον δ᾿ ὅτι φήσουσιν
15. ἐκεῖνοι δι᾿ αὐτὸ τοῦτο πάλιν ἐπαναλαβεῖν καὶ γράψαι τὴν
16. ἑξῆς ῥῆσιν, ἵνα προσθῇ καὶ τὸ θεραπευτικόν. ἔνθα δὲ οὐκ
17. ἔστι περὶ πράγματος εἰς θεραπείαν χρησίμου διαφωνία περιττὸν
1. τὸ μακρολογεῖν· ἐπ᾿ ἐκεῖνα τοίνυν σπεύσωμεν, ἐν οἷς
2. καὶ διδάσκει τὰ πρὸς τὴν θεραπείαν χρήσιμα.