11. Πλῆθος δ᾿ ἀρκέει κατ᾿ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ,
12. ἀλλ᾿ ὁκόσον ἕνεκα τοῦ ἔθεος εἰσιέναι τι καὶ κενεαγγείην
13. μὴ γίνεσθαι πολλήν.
15. Ὅσοι τοὺς νοσοῦντας ἐμπιπλάναι φασὶν Ἱπποκράτην,
16. διὰ τὸ καθ᾿ ἑκάστην ἡμέραν τοῖς ἀκινδύνως διάγουσι δὶς
17. διδόναι τῆς πτισάνης, εἰ προσέσχον τῷ κατὰ τήνδε τὴν
1. ῥῆσιν εἴρηκε, κατέγνωσαν ἂν ἑαυτῶν· τοσοῦτον γὰρ ἀξιοῖ
2. δίδοσθαι τοῦ ῥοφήματος, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι
3. τροφὴν τῷ σώματι καὶ μὴ πολλὴν γίνεσθαι τὴν κένωσιν.
4. ἐὰν οὖν συγχωρήσωσιν ὀξύβαφον πτισάνης δὶς ἑκάστης ἡμέρας
5. διδόμενον ἄχρι τῆς ἑβδόμης ἢ τῆς ἐνάτης, ἐλάττονα
6. δύναμιν ἔχειν, ἦς αὐτοὶ τρέφουσιν ἅπαξ τροφῆς, ἡγοῦμαι
7. παύσασθαι φλυαρεῖν αὐτούς. ἀλλὰ τοῦτό γε μικρὸν
8. ἂν ὕστερον δείξω· νῦν δὲ ἐξηγήσομαι τὸ κατ᾿ ἀρχάς.
9. οὐ τοῦτο γάρ φησιν, ὅτι κατ᾿ ἀρχὴν τοῦ νοσήματος, ἀλλ᾿
10. ἔτι γενικώτερον ἄκουε σημαινόμενον ἐκ τοῦ κατ᾿ ἀρχάς·
11. ὁπόταν γὰρ ἄν |σοι δόξῃ πρῶτον ὁ κάμνων δεῖσθαι τῆς
12. πτισάνης, τηνικαῦτα μὴ πολὺ μηδὲ ὑπέρπαχυ δίδου παραχρῆμα·
13. φυλάττεται γὰρ ὁ Ἱπποκράτης τὸ κατὰ πολὺ καὶ
14. ἐξαπίνης πληροῦν ἢ κενοῦν.