Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.21, ed. Kühn, 1828, vol. 15, p. 471-473. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.21


17. Περὶ δὲ τῆς ἐπιδόσεως ἐς πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν
1. ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπιπλέον
2. διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρατον
3. ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ᾿ ἁρμόζον ἐφ᾿
4. ἑκάστοισι τῶν τρόπων εἰρήσεται.

6. Ξηρότερον νόσημα πολυειδῶς γνωρίζεται, καίτοι τόν γε
7. καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία
8. καὶ ἡ πλευρῖτις καὶ ὅλως τὰ κατὰ τὸν πνεύμονα καὶ
9. τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μηδὲν ἀπὸ τῶν πεπονθότων
10. μορίων ἀποπτύηται· ἧπαρ δὲ προπεπονθὸς ἢ μεσάραιον ἤ
11. τι τῶν κατὰ κοιλίαν ἢ νῆστιν ἢ ἔντερον ἢ σπλῆνα ἢ γαστρὸς
12. ἐπεχομένης τελέως, ἢ πρὸς ἀνάγχην ἐκκρινούσης σκληρὰ
13. καὶ ξηρὰ καὶ σπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰς
14. ἀρτηρίας καὶ τὰς φλέβας ξηρὰ νοσήματα γνωρίζεται τῇ τε
15. τῆς γλώττης ξηρότητι καὶ τῷ τοῦ παντὸς σώματος αὐχμῷ.
16. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖς ἔξω καὶ προφανῶς ὁρωμένοις
17. ἕλκεσιν αἱ φλεγμοναὶ γίγνονται ξηραὶ, μηδενὸς ἐξ
18. αὐτῶν ἰχῶρος χωροῦντος. καὶ τῶν ὀφθαλμῶν δὲ πολλάκις
1. φλεγμοναὶ ξηραὶ συνίστανται, μηδὲν ἐκκρίνουσαι· καὶ τὰ
2. κατὰ τὸν ἐγκέφαλον ὡσαύτως πάθη μήτε διὰ ῥινῶν μήτε
3. δι᾿ ὑπερῴας ἐκκαθαιρόμενα ξηρὰ προσηκόντως ἂν λέγοιντο.
4. καὶ τοῦτ᾿ οὖν ἴσθι ἁπάντων τῶν ξηρῶν νοσημάτων ὑπάρχον
5. γνώρισμα, τὸ μηδὲν ἐκκρίνεσθαι τῶν περιττωμάτων.
6. προσηκόντως οὖν ὁ Ἱπποκράτης ἐπ᾿ αὐτῶν πρὸ τῆς πτισάνης
7. ἀξιοῖ λαμβάνεσθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον
8. ἢ οἶνον, ὡς μᾶλλον τούτων ὕδατος ὑγραινόντων· ἐπεὶ
9. δὲ ἐπαγγέλλεται περὶ τῆς δυνάμεως αὐτῶν ἐρεῖν, ἀναβεβλήσθω
10. καὶ ἡμῖν ἡ πρὸς ὕδωρ αὐτῶν παραβολὴ, γενησομένη
11. κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἐν ᾧ διδάσκει τὰς
12. δυνάμεις αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image