Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.24, ed. Kühn, 1828, vol. 15, p. 476-478. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.24


5. Καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ
6. πλεῖον ἐπιδιδόναι μέχρι κρίσιος· μάλιστα δὲ κρίσιος
7. ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν
8. ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον
9. καὶ τὸ περιττὸν προμηθὲς ᾖ. μετὰ δὲ τοῦτο τῷ
10. μὲν ῥοφήματι ἐς τὸ πρωῒ χρηστέον, ἐς ὀψὲ δὲ ἐς σιτία
11. μεταβάλλειν.

13. Κρίσιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύσιν τοῦ
14. νοσήματος, ἤτοι τὴν εἰς τοσοῦτον ἀξιόλογον μεταβολὴν, ὡς
15. ἤδη κινδύνου παντὸς ἐκτὸς καθεστηκέναι· ἐπιμετρεῖν δὲ
16. ἀξιοῖ τῇ κρίσει δύο ἡμέρας, ἵνα καὶ τὰς ἐν ἀρτίαις καὶ
17. ταῖς περισσαῖς ἡμέραις περιόδους τῶν παροξυσμῶν φυλαξώμεθα·
18. συμβαίνει γὰρ ἐνίοτε, θαρσύνοντας, ὡς λελυμένου
1. τοῦ νοσήματος ἀκριβῶς, εἶτα διαιτηθέντας ἀμελέστερον,
2. ἀφορμὴν ἀναμνήσεως τοῦ κατὰ περίοδον γιγνομένου παροξυσμοῦ
3. παρασχεῖν. ἀσφαλὲς γοῦν ἐστι, κᾂν ἤδη δοκῇ κεκρίσθαι
4. τὸ νόσημα, φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν
5. τῆς διαίτης, ᾗ χρώμενος ὁ κάμνων ἦν, κᾂν ἤδη δοκῇ
6. κεκρίσθαι τὸν κάμνοντα· παρελθουσῶν δὲ τῶν μετὰ τὴν
7. κρίσιν δυοῖν ἡμερῶν ἤδη ἀσφαλὲς διαιτᾷν ἁδρότερον, οὐδὲ
8. τότε τὴν μεταβολὴν ἀθρόως ποιουμένους, ἀλλ᾿ ἕωθεν μὲν
9. τῷ ῥοφήματι χρωμένους, ὕστερον δὲ προϊούσης τῆς ἡμέρας
10. ἤδη καὶ σιτώδη τροφὴν προσφέροντας. εὔδηλος οὖν ἐστι
11. μήτ᾿ ἄλλο τι διδοὺς τοῖς κάμνουσι πρὸ τῆς εἰρημένης ἄρτι
12. προθεσμίας μήτ᾿ ἄρτον, ἀλλὰ πτισάνῃ διὰ παντὸς ἀρκούμενος,
13. ὅπερ οὐκ ἔστιν ἐμπιπλάντος, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν
14. εἰ τις βούλοιτο, λεπτότερον ἢ προσήκει διαιτῶντος. ἀλλ᾿ οὔτε
15. λεπτότερον οὔθ᾿ ἁδρότερόν ἐστι τοῦ προσήκοντος οὕτω διαιτᾷν,
16. ἀλλ᾿ ἀκριβῶς τὸ μέσον τῶν ὑπερβολῶν καὶ ἄριστον·
17. ἀπόδειξις δὲ τοῦ μέσον ὑπάρχειν αὐτὸ καὶ ἡ τῶν ἐγκαλούντων
18. τἀναντία φιλονεικία· τούτων γὰρ οἱ μὲν περὶ τὸν Θεσσαλὸν
1. ἐγκαλοῦσιν ὡς ἐμπιπλῶν τι τοὺς κάμνοντας, οἱ δὲ περὶ
2. τὸν Ἐρασίστρατον ὡς λιμαγχονοῦντι τῷ Ἱπποκράτει. τὰ
3. γὰρ εἰς Ἀπολλώνιον καὶ Δέξιππον τοὺς Ἱπποκράτους μαθητὰς
4. εἰρημένα κατὰ τὸ πρῶτον περὶ πυρετῶν Ἐρασιστράτῳ
5. τὴν διαβολὴν τῆς λιμαγχονίας εἰς Ἱπποκράτην τὸν διδάσκαλον
6. ἀναφερομένην ἔχει. τούτοις οὖν μᾶλλόν ἐστι
7. συγχωρητέον, ὡς εἰκότα λέγουσι· τοὺς δ᾿ ἐμπιπλάναι φάσκοντας
8. αὐτὸν ἀξίους εἶναι Θεσσαλοῦ νομιστέον, ἄνδρας οὔτ᾿
9. ἄλλο τι τῶν Ἱπποκράτους γνόντας οὔτε τὰ περὶ διαίτης
10. εἰρημένα.

Cliquer un n° de page pour en afficher l’image