13. Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν
14. αὐτίκα χρεομένοισιν.
16. Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς πτισάνας εἴπῃ,
17. ἓν καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς
1. ἀδιηθήτους πτισάνας δηλοῦντος. μετὰ γὰρ τὴν ἕψησιν ἐάν
2. τις αὐτὰς διηθήσας, ἔπειτ᾿ ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον
3. διδῷ, οὔθ᾿ ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις
4. οὔτε ἁπλῶς εἰρημέναις πτισάναις ὁ τοιοῦτος λεχθήσεται
5. χρῆσθαι, χυλῷ δὲ μόνον πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω,
6. τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι
7. χρῆσθαι σύντομος δὲ ἡ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς
8. ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν
9. ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος ὁ κάμνων
10. φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαιτᾶσθαι·
11. καὶ τὸν λογισμὸν δὲ τῆς συμβουλῆς αὐτὸς
12. προσέθηκεν εἰπών·