15. Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα παύονται
16. αὐτόματοι, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ
17. ἐκκαθαίρεσθαι. αἵ τε γὰρ καθάρσιες πολλῷ τελεώτεραί
18. εἰσι καὶ ἔμπυοι ἧσσον γίνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη,
1. καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον
2. ὑποστροφώδεες.
4. Γίνεται δὲ ταῦτα πάντα καλῶς ὑπὸ τῆς πτισάνης, διὰ
5. τὸ ὑγραίνεσθαι καὶ τέμνεσθαι μετρίως τὰ δεόμενα τῆς ἀναπτύσεως
6. ὑγρὰ καὶ διὰ τὸ τὴν δύναμιν ῥώννυσθαι· συνελθόντων
7. γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέως τῶν ἀναπνευστικῶν
8. ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε
9. καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, ὁμοίως δὲ τῇ πτισάνῃ
10. ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δ᾿ ἄρτῳ
11. τε καὶ χόνδρῳ, τῷ ῥωννύναι τὴν δύναμιν ἔχοντι, τὸ ὑγραίνειν
12. καὶ τὸ τέμνειν οὐχ ὑπάρχει, καθάπερ οὐδὲ ἄλλῳ τινὶ
13. τῶν εἰθισμένων δίδοσθαι τοῖς ἀῤῥώστοις ὑπὸ τῶν νῦν ἰατρῶν,
14. οἷον ὠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων
15. τε καὶ περιστερῶν νεογνῶν, ὅσα τε ἄλλα τοιαῦτα. καὶ ὁ
16. τὴν φακὴν διδοὺς ἰατρὸς ἐσκευασμένην δι᾿ ὄξους ἐπὶ πλευριτικοῦ
17. τελέως ἤδη παρηκμακότος, ὡς μηδενὸς ἄλλου δεῖσθαι
18. ἢ ἀναπτύσεως τῶν πεπεμμένων, εἰκότως ἔδοξεν αἴτιος
1. γενέσθαι θανάτου τῷ κάμνοντι, πνιγέντι διὰ τῆς ἑπομένης
2. νυκτός. ἀλλὰ φακὴν οὐδ᾿ ἄν τις δοίη τῶν ἐχόντων νοῦν·
3. ἀπεστραμμένου δὲ μελίκρατον καὶ πτισάνην τοῦ κάμνοντος
4. οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι, σκευαζόμενοι δι᾿ ὕδατος
5. καὶ πρασίου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε συμμέτρου,
6. τῶν δὲ μὴ πετραίων οἱ ὀνίσκοι. προδιδόναι δ᾿ αὐτῷ
7. ὀξύμελι, κακοστόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ
8. πεπονθότων ἐπί τινος ἀῤῥώστου τῶν νεύρων καὶ τῆς μήτρας
9. ἐπὶ γυναικός. ἀντ᾿ αὐτοῦ δ᾿ εἰ βούλοιο τῶν ἄλλων τι
10. διδόναι φαρμάκων, οἷόν ἐστι τὸ διὰ πρασίου τε καὶ ἴρεως·
11. καὶ αὐτὴ μέν γε καθ᾿ ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει
12. καλῶς τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα περιττώματα
13. καὶ πρὸς τὰς ἀναπτύσεις παρασκευάζει.