Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.29, ed. Kühn, 1828, vol. 15, p. 483-484. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.29


10. Ὀλισθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη
11. καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ.

13. Τὴν καλῶς ἡψημένην πτισάνην οὐ μόνον ὀλισθηροτάτην
14. τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φησιν, ἀλλὰ
15. προσέθηκε τῷ τέλει καὶ ἀσθενεστάτην. τὸ μὲν οὖν ὀλισθηροτάτην
16. εἶναι τὴν καλῶς ἡψημένην ἤδη προείρηται· τὸ δὲ
17. καὶ ἀδιψοτάτην αὐτὴν ὑπάρχειν ἐνταῦθα πρόσκειται διὰ
1. τὴν τῆς κριθῆς φύσιν γινόμενον· ἔστι δὲ ψυχρὰ τὴν κρᾶσιν.
2. ὅπως δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐσίαν ἐπὶ
3. μὲν τῶν ζώων ἐν τοῖς περὶ κράσεων εἴπομεν, ἐπὶ δὲ τῶν
4. ἀψύχων ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἀλλὰ
5. καὶ εὐπεπτοτάτην εἶναί φησι τὴν τοιαύτην πτισάνην, ὡς
6. ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι σκληρόν τε καὶ δυσκατέργαστον
7. ἔχουσαν ἄφυσόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆς ἑψήσεως
8. μῆκος. ὁ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἶπεν, ὀνομάσας
9. ἀσθενεστάτην τὴν οὕτως ἡψημένην, εἰ μηδὲν προείρηκε περὶ
10. αὐτῆς ὡς εὐπεπτοτάτης, ἕτοιμον ἂν ἦν φάναι πρὸς τὴν ἐν
11. τῇ γαστρὶ κατεργασίαν ἀναφέρεσθαι τὸν λόγον, ἀσθενεστάτης
12. αὐτῆς εἰρημένης, ὡς εἰ καὶ ῥᾷστα νικωμένην εἰρήκει
13. καὶ κατεργαζομένην ὑπὸ τῆς γαστρὸς καὶ μεταβαλλομένην·
14. ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀσθένειαν αὐτῆς ἤτοι διότι
15. βραχεῖαν τροφὴν τῷ σώματι δίδωσιν ἀκουστέον ἐστὶν
16. ἢ ὅτι ποιότητα μηδεμίαν ἔχει σφοδρὰν, ὡς ἤτοι τῶν νεύρων
17. ἢ τῆς γνώμης ἅπτεσθαι, καθάπερ ὄξος τε καὶ ὁ οἶνος.

Cliquer un n° de page pour en afficher l’image