5. Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ᾿ ὅτι καὶ ὀλίγοισι
6. τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα
7. αὐτέοισιν εἰρέαται, πλὴν τῶν ὀξέων νούσων, φάρμακα ἐλατήρια
8. διδόναι καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πιπίσκειν.
9. εἰ μὲν οὖν ταῦτ᾿ ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν,
10. ἐφ᾿ οἷσι παρῄνεον διδόναι, πολὺ ἂν ἀξιώτερα ἦν
11. ἐπαίνου, ὅτι ὀλίγιστα ἐόντα αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ
12. οὕτως ἔχει.
14. Καὶ ὀλίγοις τὸν ἀριθμὸν τοῖς ἰάμασιν αὐτούς φησι κεχρῆσθαι,
15. πλὴν τῶν ὀξέων νοσημάτων, ὡς ἐν τούτοις εἰρηκότων
16. πολλὰ, καὶ γὰρ οὕτως εἰρήκασι· τὰ δὲ ἐπὶ τῶν χρονίων
1. ὄντως πάλιν καὶ ταῦτα. καὶ γὰρ δι᾿ ἐλατηρίων καὶ ὀῤῥοῦ
2. καὶ γάλακτος ὡραίως πινομένων αὐτοῖς περαίνεται.