2. Ἤν μὲν οὖν μὴ προστιμωρήσῃ τις, ὁκόσον δέεται αὐτάρκης
3. εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῇ
4. βεβλάψεται.
6. Ἄρχεται τοίνυν τῆς διδασκαλίας ὧδε, περὶ ὦν ἐρεῖν
7. ἐπηγγείλατο μικρὸν ἔμπροσθεν, ἡνίκ᾿ ἔφη· πολλὰ δὲ καὶ
8. ἄλλα ἐπίκαιρα παρεῖται, οἷς προσημαίνεσθαι δεῖ ἃ εἰρήσεται
9. ὕστερον. ὅτι δὲ τὸ τιμωρῆσαι παρά τε τοῖς ἄλλοις παλαιοτέροις
10. καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκις ἀντὶ τοῦ
11. βοηθῆσαι λέλεκται καὶ κατὰ τὰ ἄλλα συγγράμματα δέδεικται
12. διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήσεων εἰς αὐτά.