15. Ὁκόσοισί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις
16. ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν
17. ἂν καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν καὶ
1. πνεῦμα πυκνότερον γένοιτ᾿ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικόν
2. τε γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίου καὶ
3. ἤτρου καὶ φρενῶν.
5. Σῖτον εἶπε τὸ ἀπὸ τῶν σιτίων περίττωμα περιεχόμενον
6. ἐν τοῖς ἐντέροις, ὃ δὴ καὶ σκύβαλον ὀνομάζουσι καὶ κόπρον.
7. εἰ τοίνυν ἐγκατακεκλεισμένου τούτου, τουτέστιν ἐκ πολλοῦ
8. χρόνου μὴ διακεχωρηκότος, ἐπὶ τὴν τῆς πτισάνης προσφορὰν
9. ἀφίκοιτό τις, ἀναγκαῖόν ἐστι βλάβην γενέσθαι τῇ πλευρᾷ
10. διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆς ἠθροισμένης
11. ἐν αὐτοῖς ἔσχηκε κόπρου, μήτε φύσης διεξερχομένης ἐπὶ
12. τῇ προσφορᾷ τῆς πτισάνης ἀναδόσεως τε μοχθηρᾶς γιγνομένης
13. ἐπὶ τὸ πεπονθὸς μέρος· ὥστε ἀναγκαῖόν ἐστι τὴν
14. ὀδύνην, εἰ μὲν εἴη λελωφηκυῖα, παραυξηθῆναι πάλιν· εἰ δὲ
15. πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυσῶδες
16. ἀναθυμιάσεις τε τῶν σκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμεναι
17. τὴν ὀδύνην αὐτῆς καὶ γεννήσει καὶ παραυξήσει· ἐπὶ
18. τούτοις δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήσεται· κέκληκε δὲ
1. τὴν ὅλην ἀναπνοὴν πνεῦμα κᾀν τῷ προγνωστικῷ συγγράμματι
2. καὶ τοῖς τῶν ἐπιδημιῶν. πυκνωθεῖσα δὲ ἀναπνοὴ
3. θερμασίαν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργάζεται πλείονα
4. διὰ τὸ συνεχὲς τῆς κινήσεως, ἐφ᾿ ᾗ θερμασίᾳ ξηραίνεται
5. μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, συγξηραίνεται δὲ καὶ
6. συνθερμαίνεται καὶ τὰ καθ᾿ ὑποχόνδριόν τε καὶ περιτόναιον
7. μόρια τοῦ ζώου· πάντα γὰρ συγκινεῖται τῷ θώρακι κατὰ
8. τὰς ἀναπνοάς. τὸ δὲ ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον, οἷσί
9. τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, τὴν αὐτίκα φωνὴν
10. ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούσης δ᾿ αὐτῆς
11. τὴν οἰκείαν σύνθεσιν ὁ λόγος ἔσται τοιόσδε. μὴ προσβοηθησάντων
12. δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆς πτισανοῤῥοφίης
13. πολλαχόθι γενήσεται βλάβη αὐτίκα γοῦν οἷς σῖτος
14. ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας πρότερον αὐτὸν,
15. οὕτω δοίη τὸ ῥόφημα, βλάβην ἐργάσεται μεγίστην.