18. Τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης
1. καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου
2. μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ
3. λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμὼν
4. ἢ ὁκότερον ἂν τουτέων συμφέρῃ· τὰς δὲ πτισάνας
5. ἢν οὕτως ἔχουσι δίδως, ταχέες οἱ θάνατοι τῶν τοιουτέων
6. γίγνονται.
8. Ἀναμνησθῶμεν ὅτι περὶ πλευρίτιδος ἐποιεῖτο τὸν λόγον
9. ὡς παραδείγματος· ἐδείχθη δὲ αὕτη γιγνομένη διὰ τὴν
10. φλεγμονὴν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. ἐὰν οὖν
11. ἀκμαζούσης τῆς φλεγμονῆς πτισάνην τις διδῷ, μεγάλως
12. βλάψει τὸν κάμνοντα. τοῦ δ᾿ ἀκμάζειν αὐτὴν γνώρισμα τό
13. τε συνεχὲς τῆς ὀδύνης καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸς τὰ θερμάσματα.
14. πρόσκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώρισμα πλευρίτιδος
15. οὐ μόνον μεγάλης, ἀλλὰ καὶ κακοήθους, τὸ γλίσχρον
16. ἱκανῶς γιγνόμενον τὸ πτύελον εἴργεσθαι τῆς κενώσεως ἐμπλαττόμενόν
17. τε καὶ προσισχόμενον τοῖς πεπονθόσι μέρεσι·
18. τὸ γὰρ καταγλισχραίνεσθαι πλέον τι σημαίνει, τὴν σφοδροτάτην
1. γλισχρότητα ἐνδεικνυμένης τῆς ῥήσεως ἐν τῷ προσλαβεῖν
2. τὴν κατὰ πρόθεσιν. ἤρκει μὲν οὖν καὶ διὰ τῆς
3. προσθήκης αὐτῆς ἀφορίσαι τὸ οὕτω γλισχραινόμενον τοῦ
4. πεττομένου· γλίσχρον μὲν γὰρ γίνεται κᾀκεῖνο μετρίως, οὐ
5. μὴν καταγλισχραίνεται, τουτέστιν οὐκ ἐσχάτως οὐδ᾿ ἄκρως
6. πάσχει τοῦτο· τοῦ δὲ μὴ παρακοῦσαί τινα, τούτου χάριν
7. οὐκ ὤκνησε τῷ λόγῳ προσγράψαι καὶ τὸ ἀσαπῶς, ὅπερ
8. ταὐτὸν δηλοῖ τῷ ἀπέπτως· τὸ γὰρ καταγλισχραινόμενον ἀπέπτως
9. μοχθηρόν. ἐν τούτῳ δὴ καθεστῶτος τοῦ κάμνοντος,
10. εἰ πτισάνην τις προσφέροι πρὶν λῦσαι τὴν ὀδύνην ἢ διὰ
11. φλεβοτομίας ἢ διὰ κενώσεως γαστρὸς, ἀναιρήσει τὸν ἄνθρωπον.
12. εἰρηκὼς γὰρ ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον
13. τόνδε πλευρίτιδος, ὡς οὐδὲν ἐνδιδούσης πρὸς τὰ
14. θερμάσματα, δύο λοιπὰ τῆς ὀδύνης ἔχει τὰ αὐτίκα βοηθήματα,
15. φλεβοτομίαν καὶ κάθαρσιν· ἡ γὰρ τῶν δι᾿ ὀπίου καὶ
16. ὑοσκυάμου καὶ μανδραγόρου σκευαζομένων φαρμάκων χρῆσις
17. οὐ τὴν ὀδυνώδη διάθεσιν ἰᾶται τῆς πλευρίτιδος, ἀλλὰ τὴν
18. αἴσθησιν νεκροῖ. νυνὶ μὲν οὖν ἁπλῶς ἐμνημόνευσε φλεβοτομίας
1. τε καὶ καθάρσεως κοιλίας, ἐφεξῆς δὲ διοριεῖται περὶ
2. τῆς ἑκατέρου χρήσεως.