8. Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι
9. διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ καὶ ὅτι ἀποθανόντων
10. αὐτέων ἡ πλευρὴ πελίη εὑρίσκεται ἴκελόν τι πληγῇ.
12. Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα
13. τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι ἐπὶ τῆς πλευρᾶς
14. ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ
15. γὰρ ἐπ᾿ αὐτὴν αἵματος ἀφικνουμένου διὰ τὴν ὀδύνην, ὅσον
16. ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτ᾿ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη,
17. γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς
18. οὕτω διατεθεῖσιν.