9. Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται,
10. καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον
11. γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν
12. τοῖσι βρογχίοισι τοῦ πνεύμονος· καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ,
13. θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστι.
15. Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν ἀσαπὲς τοῦτο νῦν ἄπεπτον
16. ὠνόμασε, μαρτυρῶν ἡμῖν ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν
17. ἐποιησάμεθα τῆς φωνῆς.