5. Οἱ μέντοι ὕστερον ἐπιδιασκευάσαντες ἰητρικώτερον δή τι
6. ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν.
8. Ἐπιδιεσκευάσθαι λέγεται βιβλίον ἐπὶ τῷ προτέρῳ γεγραμμένῳ
9. τὸ δεύτερον γραφὲν, ὅταν τὴν ὑπόθεσιν ἔχον
10. τὴν αὐτὴν καὶ τὰς πλείστας τῶν ῥήσεων τὰς αὐτὰς, τινὰ
11. μὲν ἀφῃρημένα τῶν ἐκ τοῦ προτέρου συγγράμματος ἔχει,
12. τινὰ δὲ προσκείμενα, τινὰ δὲ ὑπηλλαγμένα· παράδειγμα δ᾿
13. εἰ βούλει τούτου σαφηνείας ἕνεκα τὸν δεύτερον Αὐτόλυκον
14. Εὐπόλιδος ἔχεις ἐκ τοῦ προτέρου διεσκευασμένον. οὕτως δὲ
15. καὶ τὰς Κνιδίας γνώμας ἐπὶ ταῖς προτέραις δευτέρας ἐξέδοσαν
16. οἱ ἀπὸ τῆς Κνίδου ἰατροὶ, τινὰ μὲν ἐχούσας τὰ αὐτὰ
17. πάντῃ, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ἀφῃρημένα, καθάπερ
18. γε καὶ ὑπηλλαγμένα· τοῦτ᾿ οὖν τὸ δεύτερον βιβλίον
1. ὁ Ἱπποκράτης ἰατρικώτερον συγκεῖσθαί φησι τοῦ
2. προτέρου.