15. Καταλαμβάνει δὲ ταῦτα οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως
16. χρέωνται, ἀλλὰ πολὺ μᾶλλον καὶ ἤν τι ἄλλο φάγωσιν ἢ
17. πίωσιν πτισάνης ἀνεπιτηδειότερον.
1. Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε·
2. διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. ἀλλ᾿
3. ἐκεῖ καὶ ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ
4. ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει
5. τῶν οὕτω διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν
6. ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου τε καὶ ὀξυμέλιτος
7. καὶ οἴνου.