2. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν μὲν νεοβρῶτι αὐτέῳ
3. ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται
4. ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνης,
5. ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται ὑποκεχωρηκέναι
6. εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον.
8. Ἤσθηται δὲ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον,
9. οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος·
10. καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν
11. ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν ἐπειδὴ τὸ περὶ
12. διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ
13. λύσει θεραπευτικῶν λογισμῶν. ἀλλ᾿ ἐχρῆν αὐτὸν αἰσθανόμενον
14. οὖ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως
15. ἀπ᾿ ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κᾀμοὶ συμβαίνειν
16. κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν
17. ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν
18. ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπ᾿ αὐτοῦ ζήτημα καὶ τάξει
1. διδόναι τὸν λόγον, ἐγὼ διηγήσομαι τοῖς βουλομένοις ἑρμηνεύειν
2. τὰ τοιαῦτα σαφῶς, τὴν ὁδὸν διηγούμενος. ἤδη τοίνυν
3. πρόσεχέ μοι τὸν νοῦν, ὡς ἐξ ἀρχῆς ἀκουσόμενος τοῦ
4. λόγου. διὰ τί τοῖς ἀξιολόγοις ἰατροῖς ἐνίοτε διαφωνεῖν συμβαίνει
5. περὶ τῆς θεραπείας; ὅτι τὸ πειρασθὲν ἐπί τινων ἐπὶ
6. πάντων ᾠήθησαν ἁρμόττειν. οὕτω γοῦν κᾀν τοῖς περὶ διαίτης
7. τῶν ὀξέων νοσημάτων διεφώνησαν, ἔνιοι μὲν ἐπὶ τῷ
8. χυλῷ πτισάνης ἄχρι κρίσεως φυλάττοντες τοὺς νοσοῦντας,
9. ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρους μὲν ἀληθεύοντες ἅπαντες, ἐκ μέρους
10. δὲ σφαλλόμενοι· τινὲς μὲν γὰρ τῶν ὀξέων νοσούντων πτισάνης
11. δέονται, τινὲς δὲ χυλοῦ, τινὲς δὲ οὐδετέρου τούτων ἄχρι κρίσεως.
12. ἕνεκα δὲ σαφηνείας ἐφ᾿ ἑνὸς τῶν ὀξέων ὡς ἐπὶ παραδείγματος
13. ἐγὼ ποιήσομαι τὸν λόγον. προκείσθω δὴ πλευρίτιδος εἰπεῖν
14. θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμνοντος ἐδηδοκότος,
15. οὐδέπω τῆς κοιλίας ὑποκεχωρηκυίας, ὁ πυρετὸς ἄρξαιτο,
16. μὴ διδόναι τούτῳ ῥόφημα μέχρις ἂν ἡ δοθεῖσα τροφὴ δόξῃ
17. σοι ἐξελθοῦσα τὰ πλεῖστα τῶν ἐντέρων ἐν τοῖς ὑστάτοις
1. αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις
2. εἶθ᾿ ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν, ἐπὶ τούτων
3. οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο.