6. Χρέεσθαι δὲ ποτῷ, ἢν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι, χειμῶνος
7. μὲν θερμῷ, θέρους δὲ ψυχρῷ· ἐὰν δὲ πολλὴ δίψα ᾖ, καὶ
8. μελικρήτῳ καὶ ὕδατι.
10. Διψώδους ὄντος τοῦ κάμνοντος, ἄλλως φυλασσόμενος
11. ὀξύμελι πάνυ πολὺ, διὰ τοῦτο ἐφεξῆς τοῦ τε μελικράτου καὶ
12. τοῦ ὕδατος ἐμνημόνευσεν. ὅσον μὲν γὰρ ἐπὶ τῷ πάθει μᾶλλον
13. ὀξυμέλιτι χρηστέον· εἰ δὲ αὔταρκες αὐτοῦ λαμβάνων
14. ἔτι διψῶν ὁ κάμνων εἴη, μελίκρατον ἐπιδοτέον· εἰ δὲ καὶ
15. μετὰ τοῦτο διψήσει, τὸ ὕδωρ προσενεγκτέον· αὐτὸ γὰρ ἐφ᾿
16. ἑαυτὸ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήσῃ δὲ ἐν τοῖς ἐφεξῆς
17. τὰς αἰτίας, δι᾿ ἃς μέμφεται τὸ ποτὸν τοῦτο κατ᾿ ἐκεῖνο
18. τὸ μέρος τοῦ συγγράμματος, ὅταν ὁ λόγος αὐτῷ περὶ δυνάμεως
1. ὕδατος γίγνηται. νῦν δὲ ἐπισκεψώμεθα περὶ τοῦ
2. προτεθέντος αὐτῷ ἐν τῷ προκειμένῳ λόγῳ κελεύοντος αὐτοῦ
3. χειμῶνος μὲν χρῆσθαι θερμῷ, θέρους δὲ ψυχρῷ τῷ ὀξυμέλιτι.
4. τοῦτο γὰρ ἡμᾶς ποδηγήσει πρὸς τὴν ἀγωνιστικῶς γιγνομένην
5. ἐπὶ τῶν ὀξέως νοσούντων ὕδατος ψυχροῦ πόσιν,
6. ἣν τελέως δοκεῖ παραλελοιπέναι. καὶ μέμψαιτο μὲν ἄν τις
7. αὐτῷ κατὰ τοῦτο, διδασκαλίας γὰρ ἄξιος ἦν ὁ λόγος, οὐ
8. κατὰ τὸ πάρεργον προσεῤῥίφθαι. ἣν μὲν οὖν γνώμην εἶχε
9. περὶ ψυχροῦ πόσεως ὕδατος ἐκ τοῦ νῦν λόγου κατανοῆσαι
10. δυνατόν· οὗτος γὰρ εἰ ὀξύμελι διψῶσί ποτε δίδωσι ψυχρὸν,
11. εὔδηλον ὅτι καὶ ὕδωρ δώσει. τοῦτο γὰρ εἰ καὶ μὴ ὅλως εἰρήκει
12. περὶ ψυχροῦ πόματος, ἀκόλουθον ἦν αὐτοῦ τοῖς
13. δόγμασι, τὸν μὲν πυρετὸν ἐκπυρουμένης τῆς ἐμφύτου θερμασίας
14. ἡγουμένου γίγνεσθαι, τὰ δ᾿ ἐναντία τῶν ἐναντίων
15. ἰάματα ὑπάρχειν· θερμοῦ δὲ καὶ ξηροῦ τοῦ πυρὸς ὑπάρχοντος
16. καὶ διὰ τοῦτο καὶ τοῦ πυρετοῦ, τὸ ὕδωρ ἐναντιώτατόν
17. ἐστι τῇ φύσει τοῦ πυρετοῦ, ψῦχόν τε καὶ ὑγραῖνον
18. τὸ σῶμα. καὶ τοίνυν καὶ φαίνονται σβεννύμενοι πυρετοὶ
1. ὑπ᾿ αὐτοῦ παραχρῆμα δοθέντος ἐν καιρῷ εἴρηται μὲν οὖν
2. αὐτάρκως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται
3. δὲ καὶ νῦν τό γε κεφάλαιον. ὅταν οὖν ὁ πυρετὸς
4. ᾖ, δυνάμεως οὔσης, οὐ μόνον οὐκ ἂν βλάψῃς τηνικαῦτα δοὺς
5. τὸ ψυχρὸν, ἀλλὰ καὶ μεγάλως ὠφελήσεις. ἡ μὲν δὴ τοιαύτη
6. πόσις τοῦ ψυχροῦ τοσαύτη τὸ πλῆθός ἐστιν, ὅσον ὁ κάμνων
7. αὐτὸς οἷός τ᾿ ᾖ πιεῖν τὸ ψυχρὸν ὕδωρ ἐπισπασάμενος ἀπνευστί·
8. τὸ δ᾿ ὀξύμελι βραχὺ διδόμενον οὐ πλέον ἡμίσεος καθ᾿
9. ἑκάστην προσφοράν. οὐχ ὁμοίως οὖν ὁ τῆς δόσεως σκοπὸς
10. ἐπὶ τούτου διὰ τὸ σβέννυσθαι βούλεσθαι τὸν πυρετὸν ἀθρόως
11. πινομένου ψυχροῦ μέχρι τοῦ πληρωθῆναι τὸν κάμνοντα.
12. τὸ μὲν γὰρ ὕδωρ οὕτως πινόμενον ἰάσεως ἕνεκα πίνεται,
13. τὸ δὲ ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ
14. παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος, ἀλλά τι καὶ συντελεῖν
15. οἷόν τε πρὸς τοὐναντίον. διὰ τοῦτο καὶ πρὶν πεφθῆναι
16. τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι φησὶν, ὡς ὥρᾳ θέρους
17. οὐκ ἂν δώσοντες ὕδωρ ψυχρὸν εἰς κόρον ἐν τῇ τοιαύτῃ διαθέσει·
18. πυκνώσει γὰρ τὴν φλεγμονὴν, ὅταν ἐπὶ φλεγμονῇ
1. πυρέττωσιν, ἀπέπτους δὲ ἐργάσεται ψύξει τοὺς χυμοὺς, ὅταν
2. ἐπὶ τούτοις νοσῶσιν. ἀλλὰ τότε μὲν ὀλίγον τὸ ὀξύμελι δίδομεν,
3. ὡς ἐν τῇ κοιλίᾳ πρότερον χλιαρὸν γενησόμενον τοῦ
4. τὴν αὐτοῦ ψύξιν μέχρι τῆς πλευρᾶς ἀναδίδοσθαι· εἰ δὲ καὶ
5. ὀλίγον ἀναδοθῇ, ἀλλ᾿ ὑπὸ τοῦ γε ὀξυμέλιτος ἐπανορθωθήσεται
6. δύναμιν ἔχοντος τμητικήν· ἐναντίον γάρ ἐστι τὸ τέμνον
7. καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ συνάγοντι τὰ
8. σώματα.