11. Ἔπειτα μέντοι ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων
12. τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε πολὺ μήτε παχύ·
13. μετὰ δὲ τὴν ἑβδόμην ἢ ἐνάτην, ἢν ἰσχύῃ.
15. Ταύτην τὴν ῥῆσιν οἱ ἐμπιπλᾷν τοὺς πάσχοντας τὸν
16. Ἱπποκράτην φάντες (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι)
17. παρελθεῖν μοι δοκοῦσιν, ὥσπερ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν
1. εἰπόντες ἀνεγνωκέναι μόνην φαίνονται ταύτην. εἰ δέ γε
2. ἀμφοτέραις ἑκάτεροι προσέσχον τὸν νοῦν, ἐμνημόνευόν τε
3. τῶν καλῶς ὑπ᾿ αὐτοῦ λελεγμένων, ὡς φύσιες φυσίων μέγα
4. διαφέρουσιν, ἴσως ἂν ᾐδέσθησαν ἐγκαλεῖν αὐτῷ τὰ ἐναντία,
5. εἰ καὶ μάλιστα τῶν ἄλλων ἐμνημόνευον ὧν ἔδειξε καὶ χωρία
6. χωρίων πάμπολυ διαφέρειν ἐπιδείξας καὶ ὥρας ὡρῶν καὶ
7. ἡλικίας ἡλικιῶν καὶ ἔθη ἐθῶν καὶ τὴν πρὸ τοῦ νοσῆσαι
8. δίαιταν ἑκάστῳ τῶν καμνόντων ἰδίαν γεγονυῖαν. ἐὰν
9. οὖν παραβάλλοις ἀλλήλοις τοὺς ἐναντίως ἔχοντας ἐν ἅπασι
10. τοῖς εἰρημένοις, τὰς ἐν τῇ διαίτῃ μεγίστας διαφορὰς εὑρήσεις,
11. ἃς καταντικρὺ τάξας ἀλλήλαιν, οὕτως ἤδη καὶ τὰς ἐν
12. τῷ μέσῳ παμπόλλας οὔσας ἀκριβῶς θεωρήσεις. λέλεκται
13. μὲν οὖν περὶ τῆς ἐν τούτοις διαφορᾶς τελέως ἐν τοῖς
14. τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ
15. νῦν τὸ κεφάλαιον αὐτῶν. ὑποκείσθω δή τις φύσει ξηρὸς
16. μὲν τὴν ἕξιν τοῦ σώματος, πυκνὸς δὲ τὴν ἐπιφάνειαν καὶ
17. φλέβας εὐρείας ἔχων καὶ τὴν ζωτικὴν δύναμιν ἰσχυρὸς, εἰθισμένος
18. ἐσθίειν οὐ πολλὰ, νοσεῖν ἐν χειμῶνι μὴ πάνυ ψυχρῷ
1. κατὰ χωρίον τοιοῦτον, πρὶν νοσεῖν ἀργότερόν τε καὶ
2. ἀπληστότερον ἐν πολυτρόποις ἐδέσμασι διῃτημένος, ὑπαρχέτω
3. δ᾿ αὐτῷ σὺν τούτοις ἰσχυρὸν τὸ στόμα τῆς γαστρὸς,
4. ὅπερ καὶ στόμαχον ἔνιοι καλοῦσιν. ὁ δ᾿ ὑπ᾿ ἐναντίου τούτῳ
5. διακείμενος ὑγρὸς μὲν καὶ μαλακὸς καὶ τὴν ζωτικὴν δύναμιν
6. ἀσθενὴς καὶ πλείω προσφέρεσθαι σιτία μεμαθηκὼς,
7. νοσεῖν δὲ ἐν θέρει πνιγηρῷ καὶ χωρίῳ τοιούτῳ· συνυποκείσθω
8. δὲ τούτοις καὶ τεταλαιπωρῆσθαι πρὸ τῆς νόσου τὸν
9. ἄνθρωπον ἐν φροντίσι καὶ πράξεσι διηνεκέσιν, ἐδηδοκέναι
10. δὲ παρὰ τὸ ἔθος ὀλίγα λαχανώδη τε καὶ ἄτροφα καὶ τὸ τῆς
11. γαστρὸς στόμα μὴ ἰσχυρὸν, ἀλλ᾿ ἀσθενὲς ἔχειν φύσει. καὶ
12. τούτων οὕτως ἐχόντων ἀμφότεροι τὴν αὐτὴν νόσον ὑποκείσθωσαν
13. νοσεῖν, εἰ βούλει, τὴν ὑφ᾿ Ἱπποκράτους προκεχειρισμένην
14. ὡς ἐν παραδείγματι κατὰ τὸν λόγον τοῦτον πλευρῖτιν.
15. ἆρά σοι δοκεῖ προσήκειν ἕνα κανόνα διαίτης ἐπ᾿
16. ἀμφοτέρων ὁρίζειν ; ἢ τὸν μὲν δεύτερον εἰρημένον ἀπὸ πρώτης
17. ἡμέρας τρέφειν, τὸν δὲ πρότερον ἄχρι τῆς ἑβδόμης ἐπὶ
18. πομάτων μόνων διαιτᾷν, ὅταν ἐλπίζῃς μὴ προσωτέρω ταύτης
1. ἀφίξεσθαι τὴν νόσον ; ἐγὼ μὲν γάρ σοί φημι, πολυχρονίῳ
2. τῇ πείρᾳ κεκρικὼς ἀμφότερα, βελτίστην οὕτως ἔσεσθαι τὴν
3. δίαιταν, εἰ δ᾿ ὑπαλλάξαις ἐπὶ τἀναντία, τὸν μὲν πρῶτον εἰρημένον
4. ἀπ᾿ ἀρχῆς τρέφειν ἐγχειρῶν, τὸν δὲ δεύτερον ἄχρι
5. τῆς ἑβδόμης φυλάττειν ἀμφοτέρους ἀναιρήσεις πρὸ τετάρτης
6. ἡμέρας, τὸν μὲν ἀποπνίξας τάχιστα, τοῦ δὲ συγκόψας τὴν
7. δύναμιν. πρόσθες οὖν, εἰ βούλει, καὶ τὴν ἡλικίαν ἐναντίαν
8. ἑκατέρῳ, τεσσαρακοντούτην μὲν ὑποθέμενος εἶναι τὸν πρότερον,
9. παῖδα δὲ τὸν δεύτερον· οὕτως γὰρ ἔτι καὶ μᾶλλον ἐπειχθήσεται
10. πρὸς τὸν ὄλεθρον ἑκάτερος αὐτῶν. ἀλλὰ ταῦτά γε
11. πάντα τὰ νῦν εἰρημένα πρὸς ἕνα σκοπὸν ἀναφέρεται τὸν
12. ὑφ᾿ Ἱπποκράτους ἑνὶ ῥήματι δηλωθέντα. τί γάρ φησι ; διδόναι
13. τὸ ῥόφημα μετὰ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. ῥῆμα γάρ
14. ἐστιν ἓν, εὑρίσκεται δὲ ἐξ ὧν εἶπον ἄρτι συμπάντων· εἰ γὰρ
15. ἰσχύει μέχρι τῆς ἑβδόμης ἡμέρας ἐπ᾿ ὀξυμέλιτί τε καὶ μελικράτῳ
16. καὶ ὕδατι διαιτώμενος ἐξαρκέσαι δι᾿ ὧν εἶπον ἁπάντων,
17. ἐλευθερωθήσεταί τε καὶ ὑγιασθήσεται· ὡς εἴ γε τὰ μὲν
1. αὐτῶν παρείη, τὰ δὲ ἀπείη, τὴν δύναμιν τῶν παρόντων τῇ
2. δυνάμει τῶν ἀπόντων ἀντιπαραβάλλων εἴσῃ πόσαις ἡμέραις
3. ὁ κάμνων ἐξαρκέσαι δυνήσεται τῷ τοιῷδε τῆς διαίτης εἴδει.
4. ταῦτ᾿ οὖν ἀποδεδειγμένα κατὰ τὴν ἡμετέραν πραγματείαν εἰ
5. μὲν ἀνέγνωκας, ἀναμνήσθητι νῦν· εἰ δ᾿ οὐκ ἀνέγνωκας, ἐπ᾿
6. ἐκεῖνα μετάβηθι πρότερον, εἰ βούλει τὴν ἀλήθειαν τῆς Ἱπποκράτους
7. γνώμης κατανοῆσαι. πάντα γὰρ ὑφ᾿ ἡμῶν εἴρηται
8. κατὰ πάσας τὰς πραγματείας, ἑπομένων αὐτοῦ τοῖς δόγμασιν
9. ἀληθεστάτοις οὖσιν. ἀλλὰ γὰρ οὐχ οἷόν τέ ἐστιν
10. ἄνθρωπον ἕνα τὴν προσήκουσαν διδάξαι τε μέθοδον καὶ τὰ
11. κατὰ μέρος ἐν αὐτῇ ἅπαντα. διὸ μηδὲ παρ᾿ Ἱπποκράτους
12. ἀκούειν ἅπαντα τὰ κατὰ μέρος ἀξιώσῃς, ἀλλὰ μᾶλλον μέμφου
13. τοῖς δέον ἐργάζεσθαι τὰ καλῶς ὑπ᾿ αὐτοῦ διδαχθέντα, διὰ
14. φιλοδοξίαν ἑτέραν αἵρεσιν συνισταμένοις. ἀλλ᾿ ἡμεῖς τιμῶντες
15. ἀλήθειαν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἐπαινοῦμεν
16. Ἱπποκράτην κᾀν τῷ τὸν οἰκεῖον ἑκάστῳ πράγματι διδάξαι
17. σκοπὸν, ὡς διὰ παντὸς ἀποβλέποντά τινα πρὸς αὐτὸν ὡρισμένην
18. ἔχειν τὴν ὁδὸν τῆς εὑρέσεως τῶν βοηθημάτων. οὕτω
1. γοῦν καὶ τοῦ τροφὴν προσφέρεσθαι σκοπὸν ἕνα κοινὸν ἐπὶ
2. πάντων ἐδείξαμεν, ὑγιαινόντων τε καὶ νοσούντων. ἔστι δ᾿
3. οὗτος ἡ φυλακὴ τῆς ζωτικῆς δυνάμεως, ἣν νῦν ἐνεδείξατο
4. σαφῶς εἰπὼν, ἢν ἰσχύῃ. διὰ ταύτην γάρ τοι τὴν δύναμιν
5. ἐσθίομέν τε καὶ πίνομεν ὑγιαίνοντες, ἅπαντά τε τἄλλα
6. πράττομεν ὅσα διαφέρει πρὸς τὴν ζωήν· διὰ δὲ τὴν αὐτὴν
7. ταύτην καὶ νοσοῦντες ἐπὶ τροφὴν καὶ πόμα παραγινόμεθα.
8. τὸ μὲν γὰρ νόσημα αὐτὸ τῆς ἑαυτοῦ διαθέσεως ἐνδείκνυται
9. τὰ βοηθήματα, φλεβοτομίαν καὶ κλύσμα καὶ κατάπλασμα καὶ
10. κάθαρσιν ὀξύμελί τε καὶ μελίκρατον, ἕκαστόν τε τῶν ἄλλων·
11. ἡ δὲ τῆς δυνάμεως φυλακὴ μόνην τὴν τροφὴν ἐνδείκνυται.
12. εἰ μὲν οὖν μηδὲν ἔβλαπτε μηδέποτε τὴν νοσώδη διάθεσιν ἡ
13. τροφὴ, πρὸς μόνην ἂν ἀποβλέποντες τὴν δύναμιν ὡς ἐπὶ
14. τῶν ὑγιαινόντων ἐτρέφομεν τοὺς νοσοῦντας· ἐπεὶ δὲ βλάπτει
15. πολλάκις, ὡς ἐδείξαμεν, ἐπισκοπούμεθα διὰ τοῦτο τῆς
16. νόσου τὴν διάθεσιν, οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν τροφὴν,
17. ἀλλ᾿ ὡς κωλύουσαν. ὅταν οὖν μὴ κωλύῃ κελεύῃ τε ἡ δύναμις,
18. τηνικαῦτα τρέφομεν. οὐδέποτε γὰρ ἡ τροφὴ κατὰ τὸν
1. ἑαυτῆς λόγον ὀνίνησι τὴν νοσώδη διάθεσιν. εἶπον δὲ τοῦτο
2. διότι πολλάκις ὕλη μία καὶ τροφῆς καὶ φαρμάκου δύναμιν
3. ἔχει, καθάπερ ἡ τῆς πτισάνης· καθ᾿ ὅσον μὲν γὰρ ῥώννυσι
4. τὴν δύναμιν, ὡς τροφὴ τοῦτο ἐργάζεσθαι πέφυκεν· ἐπεὶ
5. δὲ καὶ τέμνει καὶ ὑγραίνει τὰ τῆς ἀναπτύσεως δεόμενα, φαρμάκου
6. λόγον ἔχει κατὰ τοῦτο. χόνδρος μὲν οὖν τροφὴ μόνον
7. ἐστὶ πλευριτικοῦ, ὀξύμελι δὲ φάρμακον· ἀμφοτέρων δὲ
8. ἡ πτισάνη καὶ τὴν δύναμιν ἔχει καὶ τὴν χρείαν παρέχει
9. τοῖς κάμνουσιν, ἀλλ᾿ ὡς μὲν τροφὴ φυλακῆς ἕνεκα τῆς δυνάμεως,
10. ὡς φάρμακον δὲ λύσεως ἕνεκα τῆς νόσου προσφέρεται.
11. ὅταν οὖν ἡ δύναμις ἐξαρκῇ μέχρι τῆς τοῦ νοσήματος
12. κρίσεως, ἄνευ τοῦ ῥοφῆσαι πτισάνην ὀξύμελι καὶ μελίκρατον
13. ἀρκεῖ· τὸ μὲν ὀξύμελι φαρμάκου μόνον δύναμιν ἔχον,
14. τὸ μελίκρατον δὲ καὶ τροφῆς ὀλίγης τε καὶ ἀσθενοῦς. ἐὰν
15. μὲν οὖν θᾶττον τῆς ἑβδόμης ἡμέρας ἐλπίζεις ἔσεσθαι τὴν
16. κρίσιν, οἷον εἰ τύχοι περὶ τετάρτην ἢ πέμπτην, πολλοὺς τῶν
17. καμνόντων εὑρήσεις ἐξαρκέσαι δυναμένους ἄνευ τοῦ ῥοφῆναι
18. πτισάνην· ἐὰν δὲ εἰς τὴν ἑβδόμην ἐκτείνηται, παντάπασιν
1. ὀλίγους, ὅσοι τήν τε δύναμιν ἰσχυρὰν ἔχουσι καὶ τὴν
2. τοῦ σώματος ἕξιν σκληρὰν καὶ δυσδιάπνευστον καὶ τοὺς χυμοὺς
3. παχεῖς ἢ γλίσχρους, τό τε περιέχον μὴ εἴη θερμόν. εἰ
4. μὲν γὰρ μηδὲν ἀπέῤῥει τοῦ σώματος ἡμῶν, οὐκ ἂν ἐδεόμεθα
5. τροφῆς ἐπεὶ δὲ ἀποῤῥεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ
6. τῆς τροφῆς ποσὸν ὁριούμεθα. τοῖς οὖν ὀλίγον διαπνεομένοις
7. ἐγχωρεῖ ἄκραν ἀσιτίαν συμβουλεύειν, ἔτι δὲ μᾶλλον
8. πρὸς τοῦτο ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆς ἔχωσιν ἰσχυράν·
9. ὡς ἥ γε ἀσθενὴς ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει, εἰ καὶ ὀλίγον
10. διαπνέεται τὸ σῶμα, ταχέως κάμνει· διὸ καὶ μικρὸν
11. ἔμπροσθεν ἐμνημόνευσα τῶν ἔτη τεσσαράκοντα γεγονότων, οὐ
12. τῶν ἑβδομήκοντα.