15. Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι,
16. ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ
17. ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα
18. διεξίῃ καλῶς.
1. Πάλιν καλῶς κᾀνταῦθα τὴν μέν ἔνδειξιν τοῦ βοηθήματος
2. ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως ἔλαβε, συνεπεσκέψατο
3. δὲ τὴν δύναμιν οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν
4. χρῆσιν τοῦ βοηθήματος, ἀλλ᾿ ὡς ἀντενδεικνυμένην, ἐνίοτε δὲ
5. καὶ κωλύουσαν. οὐ γὰρ ὅτι τὴν δύναμιν ἰσχυρὸς ὁ κάμνων,
6. διὰ τοῦτο δεῖται κλύσματος, ἀλλ᾿ ἡ τοῦ κλύσματος ἔνδειξις
7. ἐκ τῆς κατὰ τὴν γαστέρα διαθέσεως. ἡ δύναμις δὲ ἰσχυρὰ
8. μὲν ὑπάρχουσα συγχωρεῖ κενοῦν, ἄῤῥωστος δὲ οὖσα κωλύει.
9. πρόσεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆς δυνάμεως
10. μόνης ἐπὶ τῶν τοιούτων μνημονεύοντος, ὥσπερ ἐπὶ τῆς
11. προγεγραμμένης ῥήσεως, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προστιθέντος·
12. κυριώτατος μὲν γὰρ ὁ τῆς δυνάμεως σκοπὸς, εἰς δὲ
13. τὴν διάγνωσιν αὐτοῦ καὶ ἡ τῆς ἡλικίας γνῶσις συντελεῖ, ταχέως
14. μὲν ἐπὶ τῶν παίδων καμνούσης τῆς δυνάμεως διὰ τὸ
15. τῆς ἀποῤῥοίας πλῆθος, ἐπαρκούσης δὲ ἐπὶ πλέον ἐν τοῖς
16. ἀκμάζουσιν. ἀλλ᾿ ὥσπερ ἐπὶ τῶν παίδων ἡ τοῦ σώματος
17. οὐσία μαλακή τε οὖσα καὶ ὑγρὰ διαφορουμένη αἰτία γίγνεται
18. τοῦ καταλύεσθαι τὴν δύναμιν, οὕτως καὶ ἐπὶ τῶν χωρίων
19. ἔχει καὶ ὡρῶν. καὶ γὰρ τούτων αἱ θερμαὶ ταχέως τε
1. καὶ εὐθέως καταλύουσι τὴν δύναμιν τῷ πλήθει τῆς κενώσεως.
2. εἰκότως οὖν ἐνίοτε ἐπὶ μόνης τῆς δυνάμεως ὁ Ἱπποκράτης
3. ποιεῖται τὴν διδασκαλίαν τῶν τοιούτων διορισμῶν,
4. ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προστίθησι συναναμιμνήσκων
5. αὐτοῖς καὶ τὰ λοιπά.