8. Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάττεσθαι
9. κατ᾿ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματος. ὅταν
10. μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος
11. τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὅταν
12. δὲ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι· καὶ
13. νομίζειν μέγα δύνασθαι τὸν καιρὸν ἐν ἁπάσῃσι τῇσι νούσοισι,
14. οὐχ ἥκιστα δ᾿ ἐν τῇσιν ὀξείῃσιν, μάλιστα δ᾿ ἐν τοῖσι
15. μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτοισιν.
17. Ὥσπερ ἔφην ἔνα μὲν ὑπάρχειν σκοπὸν τῆς τροφῆς, τὴν
1. φυλακὴν τῆς δυνάμεως, ἀναγκαῖον δὲ εἶναι συνεπισκοπεῖσθαι
2. καὶ τοῦ νοσήματος τὴν διάθεσιν· οὕτω καὶ αὐτοῦ τοῦ καιροῦ
3. τῆς προσφορᾶς ἡ εὕρεσις ἐκ τοῦ μὴ κωλύειν τὴν νόσον γίνεται.
4. ὅσον μὲν γὰρ ἐπὶ τῷ πρώτῳ σκοπῷ τῆς δυνάμεως ἡ χρεία
5. τῆς τροφῆς ἐνίοτε καὶ κατὰ τὴν ἀρχὴν τῶν ὑγιαινόντων παροξυσμῶν
6. ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ὁπότε πρῶτον ἐπὶ τῶν φυσικῶς
7. γιγνομένων κενώσεων ἐγγύς ἐστί τις τοῦ κάμνειν, ἀναλήψεως αὐτῷ
8. χρεία. ἐπεὶ δ᾿ ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν
9. ἡ προσενεχθεῖσα τροφὴ βλάπτειν πέφυκε μεγάλα, διὰ
10. τοῦτ᾿ ἀναβαλλόμεθα τὴν δόσιν αὐτῆς, καίτοι τοῦ σώματος ἤδη
11. δεομένου. τίς οὖν ἄριστος καιρὸς τροφῆς ἐπὶ τῶν
12. νοσούντων; ἐν ᾧ δῆλον μετριώτατα διάκειται τὰ κατὰ τὸν
13. θώρακα καὶ τὴν γαστέρα. τίς δὲ χείριστος; ἐν ᾧ χείριστα
14. διάκειται ταῦτα. πότε γοῦν ἔχει χείριστα; κατὰ τὰς ἀρχὰς
15. τῶν παροξυσμῶν. πότε δὲ μετριώτατα; κατὰ τὰς παρακμάς.
16. εὔδηλον οὖν ὅτι καιρὸς τροφῆς ἐστιν ἄριστος ἐν ταῖς παρακμαῖς
17. τῶν νοσούντων. ἡ μὲν οὖν ἀρχὴ τῶν παροξυσμῶν
1. γίγνεται συνελθόντος εἰς τὴν καρδίαν τε καὶ τὸν θώρακα
2. ἐξ ὅλου τοῦ σώματος τοῦ θερμοῦ παντός· ἡ δ᾿ ἐπίδοσις
3. ἐκτεινομένου κατὰ βραχὺ πρὸς τὰ πέρατα τοῦ σώματος· ἡ
4. δ᾿ ἀκμὴ δι᾿ ὅλου τοῦ σώματος ὁμαλῶς ἐκτεινομένου· παρακμὴ
5. δ᾿ ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένης γε τῆς θερμασίας γίγνεται
6. καὶ τὰ μέσα τοῦ σώματος ἀπολειπούσης, ὅπερ ἐδήλωσε
7. δι᾿ ἑνὸς ῥήματος εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας.
8. οὐ γὰρ ταὐτόν ἐστι τὸ θερμοὺς ἐκ ψυχρῶν γενέσθαι
9. τοὺς πόδας καὶ καταβῆναι τὴν θερμασίαν εἰς αὐτούς. τὸ
10. μὲν γὰρ καταβῆναι τὴν μετάστασιν δηλοῖ τῆς θερμασίας
11. ἐξ ἑτέρου μέρους εἰς ἄλλο μέρος·, τὸ δὲ θερμανθῆναι τοὺς
12. πόδας ἐγχωρεῖ γενέσθαι καὶ μενούσης ἐν τοῖς μέσοις τῆς
13. θερμασίας, ὅπερ ἐπὶ τῆς ἀκμῆς συμβαίνει.