16. Χρῆσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ,
17. κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶς θεωρῶν.
1. Προειρηκὼς ὁπότε μέν ἐπὶ τῷ ποτῷ μόνῳ χρὴ διαιτᾷν
2. τοὺς κάμνοντας, ὁπότε δὲ ἐπὶ πτισάνῃ, νῦν διορίζει πότε μόνῳ
3. χυλῷ χρηστέον ἐστὶ καὶ πότε αὐτῇ τῇ πτισάνῃ. σύντομος
4. δὲ καὶ σαφὴς ὁ διορισμός. ὅταν γὰρ οἷς εἶπε τεκμηρίοις
5. προσέχων, εὑρήσεις τινὰ τῶν καμνόντων δύνασθαι χρῆσθαι
6. πτισάνῃ τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιησάμενος, οὕτως
7. ἐπ᾿ αὐτὴν μεταβήσῃ κατὰ βραχύ· λέγω δὲ κατὰ βραχὺ, πρῶτον
8. μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρησάμενος, εἶτα τούτου μὲν
9. δοὺς πλείονος, ὀλίγον δὲ τῆς πτισάνης, εἶτ᾿ ἴσον ἑκατέρου,
10. κᾄπειτα τῆς πτισάνης πλεῖον, εἶτα μόνην αὐτὴν· ἐπιστάμενος
11. εἰς μὲν τὴν θρέψιν τοῦ σώματος καὶ ῥῶσιν τῆς δυνάμεως
12. τὴν πτισάνην πλεονεκτεῖν, εἰς δὲ τὸ πεφθῆναί τε καὶ κατεργασθῆναι
13. ῥᾳδίως τὸν χυλόν. ὅταν οὖν βλέπῃς προχωροῦσαν
14. ἐπὶ τὰ βελτίω τὴν τε πρὸς τοῦ νοσήματος διάθεσιν
15. καὶ τὴν τῆς δυνάμεως ἰσχὺν, αὔξανε καὶ οὐ τὴν προσφορὰν
16. τῆς πτισάνης.