5. Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν
6. ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν.
8. Ἡ διὰ τῶν συνηθῶν ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται
9. δίαιτα, καθάπερ ἡ διὰ τῶν συνηθῶν τομῶν τε καὶ
10. καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία,
11. καὶ τρίτη γε ἐπ᾿ αὐτοῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν
12. ἡ φαρμακευτικὴ, διὰ φαρμάκων καὶ αὐτὴ δηλονότι περαινομένη.
13. μέμφεται δὲ τοῖς ἑαυτοῦ πρόσθεν ὁ Ἱπποκράτης,
14. ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσιν· τοῦτο δὲ εἶπεν,
15. οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα,
16. [γράφουσι γὰρ] ἀλλ᾿ ὡς οὐκ ἄξιον λόγου· δείξει δ᾿
17. αὐτὸς ὁποῖόν τι τὸ ἄξιον λόγου διὰ τῶν ἐφεξῆς.