Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.7, ed. Kühn, 1828, vol. 15, p. 426-428. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.7


10. Ἔνιοι δὲ τοὺς ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα
11. ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ
12. οὐκ εὐαρίθμητον ἦν, εἰ τουτέῳ τις σημαίνεται τὴν τῶν
13. καμνόντων νοῦσον, τῷ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι
14. καὶ μὴ τὠυτὸ νούσημα δοκέει εἶναι, ἢν μὴ τὠυτὸ ὄνομα
15. ἔχῃ. ἐμοὶ δὲ ἁνδάνει μὲν ἐν πάσῃ τέχνῃ προσέχειν τὸν
16. νόον. καὶ γὰρ ὁκόσα ἔργα διήκει καλῶς, ἕκαστα χρὴ
17. ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ἔργα ταχέως, ταχέως, καὶ
1. ὁκόσα καθαρίως, καθαρίως· καὶ ὁκόσα ἀνωδύνως δεῖ
2. διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν· καὶ τὰ ἄλλα
3. πάντα τὰ τοιουτότροπα, διαφερόντως τῶν πέλας, ἐπὶ τὸ
4. βέλτιον ποιέειν χρή· μάλιστα δὲ ἂν ἐπαινέσαιμι ἰητρὸν,
5. ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν
6. ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων
7. εἴη ἐπὶ τὸ βέλτιον. ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν
8. οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπλευμονίην καὶ φρενῖτιν καὶ
9. λήθαργον καὶ καῦσον καὶ τὰ ἄλλα νουσήματα, ὁκόσα τουτέων
10. ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες
11. ὄντες κτείνουσιν.

13. Εἶπεν ὀλίγον ἔμπροσθεν ὅτι κατ᾿ ἀρχὰς εὐθέως ἔγραψαν
14. οἱ ἀπὸ Κνίδου ἰατροὶ περὶ νοσημάτων περαιτέρω τοῦ
15. προσήκοντος, χολῆς νοῦσοι ζ΄· κατὰ τὸν αὐτὸν δὲ τρόπον
16. καὶ κατωτέρω πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι ιβ΄, καὶ πάλιν
17. ἔτι κατωτέρω νεφρῶν νοσήματα δ΄, καὶ μετὰ τοῦτο πάλιν
18. ἀπὸ τῆς κύστεως νοῦσοι στραγγουριῶν τέσσαρες, εἶτα
1. πάλιν ἐφεξῆς τέτανοι γ΄, καὶ μετὰ ταῦτα πάλιν ἴκτεροι δ΄.
2. εἶτα μετὰ τοῦτο φθίσιες γ΄. εἰς γὰρ τὰς τῶν σωμάτων ποικιλίας
3. ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλασσομένας, παρέντες
4. σκοπεῖσθαι τῶν διαθέσεων τὴν ταυτότητα, καθάπερ ὁ
5. Ἱπποκράτης ἐποίησε μεθόδῳ χρησάμενος εἰς τὴν εὕρεσιν
6. αὐτῶν, ᾖ μόνον δυνατόν ἐστιν εὑρεῖν νοσημάτων ἀριθμόν.
7. ἐπιδέδεικται δὲ ὑφ᾿ ἡμῶν ἡ μέθοδος αὕτη κατ᾿ ἀρχὰς εὐθέως
8. τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων· εἴρηται δὲ κᾀν τῷ
9. περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ἐπ᾿ ὀλίγον· ἐν συντόμῳ
10. δὲ λόγῳ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἓν ἔχεις
11. ὑπόμνημα ἡμέτερον. νυνὶ δ᾿ ἀκολουθεῖν προσήκει ταῖς ῥήσεσιν,
12. οὗτος γὰρ ὁ σκοπὸς τῆς ἐξηγήσεως, ὡς εἴ γέ τις ἐν
13. ταῖς ἐξηγήσεσι τὰς ἀποδείξεις γράφοι, μακρὸν ἀνύσας λόγον
14. ἕνεκα τῆς τῶν νοσημάτων ἰάσεως, τὸ κυριώτατον ἀφεὶς ἔσται
15. μέρος ὅ τί περ ἂν εἰς τὴν ἴασιν τῶν ὀλεθριωτάτων νοσημάτων
16. διαφέρει. τὸ μὲν κεφάλαιον τῆς προκειμένης ῥήσεως
17. τοῦτό ἐστι, τὸ δὲ κατὰ μέρος τῆς λέξεως ἐφεξῆς δίειμι.

Cliquer un n° de page pour en afficher l’image