Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1.8, ed. Kühn, 1828, vol. 15, p. 429-430. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.8


2. Ὁκόταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ,
3. ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι,
4. ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι πλείους ἡ
5. ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.

7. Δηλοῖ δὲ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖς
8. γίνεσθαι νοσήματα καθ᾿ ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια
9. γένηται, λοιμὸν ὀνομάζουσιν, ὅταν δὲ ἐπιεικέστερα,
10. ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν, ἐπίδημα καλοῦντες· ὥστε
11. εἶναι τὸ μὲν ἐπίδημον νόσημα τὸ κατὰ χρόνον τινὰ πλεονάσαν
12. ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον.
13. ἔστι δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, ὅπέρ ἐστι
14. τὸ κατὰ χώραν ἐπιγινόμενον, τὰ ἔνδημα καλούμενα.
15. τούτοις δὲ ἀντίκεινται πᾶσιν αἱ σποράδες νόσοι, διαφερόντως
16. ἐνοχλοῦσαι τοὺς νοσοῦντας, οὐ κατὰ τὸν κοινὸν τρόπον
17. συνιστάμεναι. τί ποτ᾿ οὖν ἐστι τὸ λεγόμενον ὑπ᾿ αὐτοῦ,
18. ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι; τοὐναντίον
1. γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις
2. ὑπάρχειν, ὅπερ ἐστὶ μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων
3. ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες
4. ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην
5. γραφὴν, ἀλλὰ σποράδες ἔωσιν αἰ νοῦσοι καὶ μὴ παραπλήσιοι,
6. ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν, οὐκ
7. ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς
8. συνήθεσιν· ἐπειδὴ σπανιώτερα μὲν ἐπιδήμιά τε καὶ λοιμικὰ
9. γίνεται νοσήματα, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ καλούμενα σποραδικὰ
10. συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ
11. ὑπὲρ τῶν ἐπιδημίων μὲν ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις·
12. τῶν ἐνδήμων δὲ κατὰ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων·
13. ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμῶν,
14. ἐπειδὴ τῶν ἐπιδημίων ἓν ὑπάρχειν αὐτὸ δι᾿ ἐκείνων
15. ἐδίδαξεν.

Cliquer un n° de page pour en afficher l’image