ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ
ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΥΠΟΜΗΜΑ Β.
2. Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾿ ἀρχὰς γένηται ἤν τε
3. ὕστερον, θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ
4. χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην.
6. Ὅπερ εἴρηταί μοι πολλάκις ἄμεινον ἀναμνῆσαι καὶ νῦν,
7. ὡς ἡ μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίγνεται λέξεων, οὐ μὴν
1. οἵ γε ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν,
2. ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων,
3. εἰς ἃ τὰς ἐξηγήσεις ποιοῦνται. δι᾿ οὖν τοῦτο τὸ ἔθος
4. ἀναγκάζομαι κᾀγὼ συναγορεύειν οἷς οὐκ ἀρέσκομαι, προσαποφαίνεσθαί
5. τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν
6. ἐμὴν γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν
7. μοι δοξάντων εἶναι, κατὰ τὰ τοιαῦτα ὑπομνήματα, γέγραπται
8. γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ᾿ ἕκαστον· ἀλλὰ τὰ κεφάλαια
9. μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις
10. ἀναμιμνήσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω.
11. περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κᾀν τῷ καθ᾿ Ἱπποκράτην
12. στοιχείων περὶ τῶν, εἴρηται δὲ κᾀν ταῖς τῶν συμπτωμάτων
13. αἰτίαις ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἡ ὀδύνη
14. γίγνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι,
15. καὶ ὡς ἔστιν ἡ μεταβολὴ διττὴ, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν
16. ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας
17. λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς δραστικὰς
1. ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα
2. καὶ ὑγραινόμενα, διαφθείρεται δ᾿ αὐτῶν ἡ συνέχεια
3. τεινομένων σφοδρῶς ἢ θλιβομένων. οὕτως οὖν καὶ τῆς πλευρᾶς
4. ὀδύνη γίγνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ
5. λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ
6. τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια
7. κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα
8. σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς
9. ὀδύνης ἴασιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν
10. θερμασμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα πρὸς
11. τὰς διαπνοὰς ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα
12. λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη,
13. κενωθήσεταί τι τοῦ αἵματος ἧττόν τε διατεινόμενα τὰ πεπονθότα
14. μόρια πρὸς τοῦ λοιποῦ πρᾳότερον ὀδυνήσεται· μὴ
15. γιγνομένου δὲ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος
16. ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος
17. αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίγνεται δὲ ἔλαττον
18. τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν χυμῶν·
1. ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται,
2. φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν
3. τὸ περιεχόμενον οἶς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν
4. τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα
5. μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ
6. κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων
7. ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν
8. ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης, διδάσκων σκοποὺς
9. τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον
10. τοῦ προκειμένου λόγου τοῦτό ἐστι, τῶν δὲ κατὰ μέρος
11. αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν
12. ἐφεξῆς δηγήσομαι· τοῖς πολλοῖς δὲ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις
13. ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν
14. ἀσαφῆ γίνεται. ἀλλ᾿ οὐ στοχαζόμεθα τούτων μόνον ἐν τοῖς
15. ὑπομνήμασι.