Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.11, ed. Kühn, 1828, vol. 15, p. 535-540. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.11


14. Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῖδα μὴ
15. σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ
16. ἢ πεπλίῳ· μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον
17. ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν
18. σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά
1. ἐστιν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα
2. πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικώτερόν
3. ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ
4. καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων, κράτιστα δὲ ταῦτα ὧν
5. ἐγὼ οἶδά ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα
6. ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα λύειν διὰ
7. πικρότητα, ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθος ἢ
8. χροιὴν ἢ ὑπεροψίην τινά.

10. Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται
11. τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας
12. ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι
13. χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ
14. κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ
15. βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης
16. ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις
17. πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα,
1. τὸ δὲ πέπλιον φυσῶν εἶναι καταῤῥηκτικώτερον. εἴη
2. δ᾿ ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα
3. τοῦ νοσήματος, ὅπερ ἐστὶ δυνάμει ταὐτὸν τῷ
4. ὠφελιμώτερα. ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων
5. τὴν γαστέρα καὶ μάλιστα ταύτης τὸ στόμα, διότι
6. νευρωδέστατόν τε καὶ αἰσθητικώτατόν ἐστιν, ἡ μίξις ἐπενοήθη
7. τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ᾿ ἀκραιφνὴς ἡ δύναμις τῶν
8. καθαιρόντων φαρμάκων ἅπτηται τοῦ στόματος τῆς γαστρός.
9. μιγνύμενα δ᾿ ἀλλήλοις τὸ πέπλιον καὶ τὸ ἐλλέβορον ὁμοιότροπά
10. φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι καὶ
11. κατὰ μηδὲν στασιάζειν. ἡ γάρ τοι στάσις ἐν ταῖς μίξεσι
12. τῶν καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν
13. χολῆς, εἰ τύχῃ, τὸ δὲ φλέγματος ᾖ κενωτικὸν (ἀμφότερα γὰρ
14. ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον) ἀλλ᾿ ὅταν τὸ
15. μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν
16. τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίγνεται
17. προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον ὅταν ἤδη παύεσθαι
1. δοκούσης, ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνεται· τὸ γάρ
2. τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ ἐκ
3. θατέρου, ὥστ᾿ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον
4. γιγνόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως
5. ἄρχεται. τῇ γοῦν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν
6. ἐστι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε
7. παραπλησίως ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ᾿ ἄλλα καὶ τῆσδε
8. τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ
9. χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δὲ οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν,
10. ἀναμιμνησκομένους ἐκείνου τοῦ ἀφορισμοῦ, καθ᾿ ὅν
11. φησιν, ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχαῖς χρηστέον
12. εἶναι ταῖς φαρμακείαις. ὅταν οὖν, φησὶ, μὴ μόνον
13. ὀξὺ τὸ πάθος ᾖ, καθάπερ ἐστὶν ἡ πλευρῖτις, ἀλλὰ καὶ μετὰ
14. πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν
15. δόσιν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον
16. μᾶλλον, εἰ καὶ πρὸς ὑποχόνδριόν ἐστιν ἡ ὀδύνη
17. περαινομένη, μικροτέρας μὲν ὠφελείας ἢ τῆς διὰ καθάρσεως
18. ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ, μᾶλλον δὲ κίνδυνον μὲν
1. οὐδ᾿ ὁντιναοῦν τῆς διὰ φλεβοτομίας ἐχούσης, μεγίσταις δὲ
2. ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης, καὶ μάλισθ᾿
3. ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μὲν
4. γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ᾿ ἐπὶ βραχείᾳ φαρμάκου
5. πόσει δαψιλῶς καθαίρονται. ὅσοις δ᾿ εὔλογόν ἐστι διδόναι,
6. τὸ πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ
7. τῶν πλείστων οἶσθα καὶ πεπείρασαι συμμέτρως κενοῦν.
8. ἀγνοοῦντα δ᾿ ὅπως ἔχει φύσεως ὁ ἄνθρωπος κίνδυνος ἢ
9. πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης ἢ οὐδ᾿ ὅλως
10. κινῆσαι τὴν κάθαρσιν, ἢ κινῆσαι μὲν, οὐ μὴν ἱκανῶς κεκενῶσθαι.
11. ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως
12. νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως.
13. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ᾖς
14. τῆς τοῦ κάμνοντος φύσεως, ἐς τὴν τοῦ καθαίροντος φαρμάκου
15. δόσιν ἀφίξῃ χρώμενος ἤτοι τοῖς ὑπὸ Ἱπποκράτους εἰρημένοις
16. ἢ καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων, ὦν ἐστὶ καὶ τὸ
17. διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ᾿ αὐτὴν ἤδη συνήθως ὀνομάζουσι.
1. ποικίλως δ᾿ αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον μὲν
2. εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον
3. ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.

Cliquer un n° de page pour en afficher l’image