13. Ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσεως μὴ διδόναι
14. ῥοφήν. ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον
15. ῥοφεέτω ἢ ὁκόσον εἴθισται· μετὰ δὲ τοῦτο ἀναγέτω
16. ἀεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη εἴη καὶ μηδὲν
17. ἄλλο ἐναντιῶται.
1. Ἐναντίως ἐγίνωσκε περὶ τούτου τοῖς πολλοῖς τῶν νῦν
2. ἰατρῶν ὁ Ἱπποκράτης. οὗτοι μὲν γὰρ ὅταν κενώσωσι, τρέφουσι
3. δαψιλῶς· ὁ δ᾿ Ἱπποκράτης ἔλασσον ἀξιοῖ δίδοσθαι
4. τῆς πτισάνης μετὰ τὴν κάθαρσιν. ἡ γάρ τοι τῶν καθαρθέντων
5. σωμάτων δύναμις ἐν τῇ καθάρσει κεκμηκυῖα φέρειν
6. οὐ δύναται τὴν τροφὴν, οὐδὲ κατεργάζεσθαι καλῶς, εἰ μὴ
7. παντελῶς εἴη βραχεῖα. τοσοῦτον οὖν τοῖς καθαρθεῖσι διδόναι
8. τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅσον κρατῆσαι δύνανται·
9. εἶτ᾿ εὐθὺς κατὰ βραχὺ παραυξάνειν, ἐὰν ἥ τ᾿ ὀδύνη, φησὶ,
10. παύσηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆς ὀδύνης
11. πρόδηλόν ἐστι, τὸ δὲ μηδὲν ἄλλο κωλύειν ἀκουστέον ἐπὶ
12. τοὺς προειρημένους διορισμοὺς ἀναφέροντα, ἐν οἶς ἐδίδαξεν
13. ὁπηνίκα χρὴ διαιτᾷν τοὺς ὀξέως νοσοῦντας ἄνευ ῥοφημάτων.
14. ἔστι δ᾿ αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήσεσθαι
15. τὴν νόσον ἐλπίσωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματος ἢ
16. ἐφ᾿ ὧν παντελής ἐστιν ἡ ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν
17. χυμοῦ.