11. Φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι τὸ ἐπίπαν ῥοφεῖν,
12. μᾶλλον ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος ἢ
13. τριταῖον ἢ τεταρταῖον ἢ πεμπταῖον ἢ ἑκταῖον ἢ ἑβδομαῖον,
14. ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνῳ.
16. Ὃ κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ,
17. βουλόμενος ἐν πάσῃ νόσῳ τὸ λεπτότατον τῆς διαίτης
1. ἐν τῇ τοῦ νοσήματος ἀκμῇ παραλαμβάνεσθαι. ἐὰν οὖν
2. αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεσθαι καὶ μὴ δύνηται
3. τοῖς πόμασι μόνοις χρώμενος ὁ κάμνων ἐξαρκέσαι, βέλτιον
4. εἶναί φησιν εὐθέως ἀπ᾿ ἀρχῆς αὐτῷ δίδοσθαι τῆς πτισάνης,
5. οὐ κατὰ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν ἄρξασθαι
6. τῆς δόσεως. οὕτως οὖν καὶ τοὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν ἢ
7. τῇ στ΄, ἢ τῇ ζ΄ τοῦ ῥοφήματος ἀρχομένους ἁμαρτάνειν φησὶν,
8. ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόσημα,
9. τῆς κρίσεως, ὡς ἔφην, ἀκουομένης οὐ μόνον τῆς τελείας
10. ἀπαλλαγῆς, ἀλλὰ καὶ τῆς ἀξιολόγου μεταβολῆς.