13. Οἶδα δὲ καὶ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας·
14. βούλονται γὰρ ἅπαντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων
15. προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἡμέρας
16. ἢ καὶ πλείονας οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ
17. ποτά. καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης
18. τῆς μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα
1. καὶ ἀντιμεταβάλλειν· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ
2. ὀλίγον, ὀρθῶς μέντοι μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ
3. ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι
4. μᾶλλον.
6. Μέμφεται τοὺς ἰατροὺς ὅσοι ταῖς πρώταις ἡμέραις ἐν
7. ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἀθρόως μετάγουσιν,
8. ἔνιοι μὲν ἐπὶ τὴν τῶν ῥοφημάτων προσφορὰν, ἔνιοι
9. δὲ ἐπὶ τὴν τῶν ποτῶν. οὐ μὴν ἐμνημόνευσέ γε τῶν ἔτι καὶ
10. τούτων αὐτῶν τροφὰς ἰσχυροτέρας διδόντων πρὸ τοῦ πεφθῆναι
11. τὴν νόσον· εἴωθε γὰρ, ὥσπερ καὶ πρόσθεν ἔφην, ἐνίοτε
12. τὰ μέγιστα τῶν διαμαρτημάτων ἀνεξέλεγκτα καταλείπειν, ἐξ
13. ὧν τὰ μικρότερα διέβαλλε καὶ τὴν ἀπ᾿ ἐκείνων ἐνδεικνύμενος
14. βλάβην. ὅσοι δ᾿ οὕτω μεταβάλλουσιν, ἴσως οἴονται,
15. φησὶ, κατὰ λόγον μεταβάλλειν ἐπὶ μεγάλῃ τῇ τοῦ σώματος
16. μεταβολῇ, ἀξιόλογον καὶ τὴν τῆς διαίτης ὑπαλλαγὴν
17. ποιούμενοι. τοῦτο μὲν οὖν αὐτὸ καλῶς ὑπειληφέναι φησὶν
18. αὐτοὺς, οὐ μὴν ἅπασάν γε μεταβολὴν, ἀλλά τινα οἰητέον
1. εἶναι, περὶ ἧς τὸ μέν τι προείρηκε, τὸ δέ τι καὶ λέξει κατασκευάζων
2. τῷ λόγῳ, φυλάττεσθαι τὰς ἀθρόας μεταβολάς.