5. Μάλιστα μὲν οὗν βλάπτοιντο ἂν, ἢν μὴ ὀρθῶς μεταβάλλοιεν,
6. οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο
7. δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν
8. καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δὲ οὗτοι.
10. Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς
11. διαίτης, καθ᾿ ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ
12. φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τετάρτην
13. ἡμέραν, μάλιστα μὲν βλάπτειν φησὶν, ἐὰν ἐπὶ τὴν ὅλην
14. πτισάνην μεταβάλλωσιν, ἔλαττον δ᾿ ὅταν ἐπὶ τὸν χυλόν·
15. ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα βλάπτειν τοὺς ἐπὶ μόνα τὰ
16. ποτὰ παραγινομένους. κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως
17. τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.