2. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν
3. κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίνῳ.
5. Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ
6. σῶμα καθ᾿ ὁντιναοῦν τρόπον· ἔστιν οὖν αὐτῶν ἔνια μὲν
7. ὑγρὰ τελέως, ἔνια δὲ ξηρὰ, τινὰ δὲ ἔξ ἀμφοῖν μικτά· δακνώδη
8. δὲ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κᾀνταῦθα σύμμικτα.
9. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν ὃ κατὰ τὴν ῥῆσιν
10. ἔγραψεν ἄδηκτόν τέ ἐστι καὶ ὑγρὸν, τὸ δὲ δεύτερον μικτὸν
11. ἔξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου·
12. τὸ δὲ τρίτον ξηρὸν μὲν, ἀλλ᾿ ἤτοι δακνῶδες ἢ ἄδηκτον·
13. εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων
14. δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ
15. ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ᾿ οὐκ εἶπεν, ἦν μὲν
16. οὐδ᾿ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν,
17. οὐκ ἰδίαν διερχομένοις. ἐπεὶ δ᾿ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγηταῖς
1. ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπισπείρουσιν ταῖς ἐξηγήσεσι
2. τὰ σοφιστικὰ ζητήματα, μηδὲν εἰς τὸ τέλος τῆς τέχνης
3. ὠφελοῦντα τοὺς μανθάνοντας· ἐγὼ δ᾿ ἀεὶ πειρῶμαι
4. τὰ χρησιμώτατα διεξέρχεσθαι) διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω
5. προσθεῖναι τῇ τοῦ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα
6. μὲν ὑπ᾿ αὐτοῦ, τῇ δ᾿ ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ
7. τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα. πυρία μὲν οὖν πᾶσα
8. καθ᾿ ὅντινα λόγον ὀνίνησι πολλάκις ὀδύνας ἔμπροσθεν εἴρηται·
9. λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίας ὀδυνῶν,
10. εἰ μὴ προκενωθείη τὸ πᾶν σῶμα. κοινῶν δ᾿ ὄντων τούτων
11. ἁπάσαις πυρίαις, αἱ μὲν ὑγραὶ φλεγμοναῖς ἁρμόζουσιν ὑπὸ
12. χολωδεστέρων ὑγρῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ
13. καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ
14. τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι. κατὰ τοῦτον οὖν
15. τὸν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι
16. χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς
17. παχέσι καὶ γλίσχροις· ὥστε καὶ σὺ πειρῶ στοχάζεσθαι τίς
1. ἐστιν ὁ κατὰ τὸ φλεγμαῖνον μέρος ἐπικρατῶν χυμὸς ἐξ ὧν
2. εἶπον ὁρμώμενος ἡλικίας τε τοῦ κάμνοντος καὶ φυσικῆς κράσεως
3. ὥρας τε καὶ χώρας καὶ τοῦ προηγουμένου βίου. φαινομένης
4. δέ σοι τῆς φλεγμονῆς κᾀκ τῶν συμβεβηκότων αὐτῇ
5. κατά τε χροιὰν καὶ μέγεθος ἀντιτυπίαν τε καὶ μαλακότητα,
6. πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κᾀκ τῶν ἀναπτυομένων,
7. στοχαστικῆς δὲ οὔσης, οὐκ ἐπιστημονικῆς οὐδὲ
8. βεβαίας, τῆς εἰρημένης ἁπάσης διαγνώσεως, καὶ μάλισθ᾿ ὅταν
9. ἐν τῷ βάθει τοῦ σώματος ᾖ τὸ τὴν ὀδύνην ἔχον μόριον,
10. ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων σοι μᾶλλον ἑτέρων ὠφελήσειν,
11. ἐὰν δὲ μηδὲν ἀνύσῃ, κᾀπὶ τἄλλα μετάβαινε, μὴ παυσαμένης
12. δὲ τῆς ὀδύνης ἐπὶ τὴν τοῦ παντὸς σώματος ἀφικνοῦ
13. κένωσιν. φαίνεται τοιγαροῦν ὁ Ἱπποκράτης ἀπὸ τῆς ἀκινδυνοτάτης
14. ἀρξάμενος πυρίας, ἥτις ἐστὶν ἀδηκτοτάτη τε καὶ
15. ὑγρά· κᾂν γὰρ ὠφελήσῃ μηδὲν, ἀλλ᾿ οὐ βλάψει γε μεγάλως·
16. αἱ δὲ δι᾿ ὄξους ἢ ὀρόβων ἢ ἁλῶν, ἐὰν μὴ τύχωσιν ἐπιτηδείας
1. διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως
2. παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.