Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.20, ed. Kühn, 1828, vol. 15, p. 549-551. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.20


2. Χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων
3. ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει· εἰ γὰρ δὴ τοῖσί
4. γε ὑγιαίνουσι φαίνονται διαφέροντα μεγάλα τὰ τοῖα ἢ
5. τοῖα διαιτήματα, ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι,
6. πῶς οὐχὶ καὶ ἐν τῇσι νούσοισι διαφέρει μεγάλα καὶ
7. τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μάλιστα;

9. Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ᾿ αὐτοῦ περὶ
10. τῆς διαίτης δόξαν, ἐλέγχων ἅμα καὶ τοὺς ἐναντίως διαιτῶντας·
11. ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, τὸ κεφάλαιον αὐτοῦ
12. σύμπαν ἄμεινόν μοι δοκεῖ προειπεῖν. ἔστι δὲ τῶν εἰς αὐτὸ
13. λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου
14. τοιοῦτον· ἐὰν τοῖς ὑγιαίνουσι βλάβην φέρουσιν αἱ ἀθρόαι
15. τῆς διαίτης ἐπὶ τἀναντία μεταβολαὶ, πολὺ μᾶλλον τοῖς νοσοῦσιν·
16. ὃ καὶ πολυειδῶς ἐστιν ἑρμηνεύειν, ἄλλοτε εἰς ἄλλην
17. λέξιν μεταλαμβάνοντας, οἷον οὕτως· ἐπὶ τῶν κατὰ δίαιταν
1. ἀθρόων μεταβολῶν οἱ ὑγιαίνοντες ἧττον βλάπτονται τῶν
2. νοσούντων· ἢ οὕτως, οἱ νοσοῦντες βλάπτονται μᾶλλον τῶν
3. ὑγιαινόντων· ἢ οὕτως, τὰ βλαβερὰ τοὺς ὑγιαίνοντας ἧττον
4. βλάπτει τῶν νοσούντων· καὶ ἔτι γενικώτερον τοῦδε· τοὺς
5. ἰσχυροτέρους ἧττον βλάπτει, τοὺς δ᾿ ἀσθενεστέρους μᾶλλον
6. τὰ βλαβερά· ἔξεστι δὲ καὶ ἄλλως ἑρμηνεύειν τὴν αὐτὴν τοῦ
7. λόγου δύναμιν, ἤτοι τὸ καθ᾿ αὑτὸ καὶ πρώτως χρήσιμον εἰς
8. τὸ ἀποδεικνύμενον ἢ διά τινος τῶν περιεχόντων ἀξιωμάτων
9. ἢ λημμάτων αὐτό. τοιοῦτον μὲν δή σοι τὸ ἕτερον τῶν λημμάτων
10. ἐστὶν ἐξ αὐτοῦ πιστὸν, ἅπερ δὴ καὶ καλεῖν ἔθος ἐστὶν
11. ἀξιώματα τοῖς περὶ τὸν Ἀριστοτέλην· τὸ δὲ ἕτερον
12. ἐξ ἐμπειρίας ἐγνωσμένον ἐφεξῆς ἄκουε· καὶ τοὺς ὑγιαίνοντας
13. ἡ ἀθρόα μεταβολὴ τῆς διαίτης βλάπτει. τούτοις δ᾿
14. ἀμφοτέροις τοῖς λήμμασιν ἕπεται τὸ συμπέρασμα, τὸ βλάπτεσθαι
15. μειζόνως τοὺς νοσοῦντας ὑπὸ τῆς ἀθρόας ἐν τῇ
16. διαίτῃ μεταβολῆς καὶ πολὺ δὴ μᾶλλον ἔτι τοὺς ὀξέως νοσοῦντας.
17. αὕτη μὲν ἡ τοῦ λόγου δύναμις· ὁ δὲ Ἱπποκράτης τὸ
18. μὲν ἕτερον τῶν λημμάτων ἐξ ἑαυτοῦ πρότερον πιστότερον ὂν
19. ἄντικρυς λαμβάνει χωρὶς κατασκευῆς· τὸ δὲ ἕτερον ἐκ τῶν
1. διὰ τῆς ἐμπειρίας κατὰ μέρος ἑωραμένων πιστοῦται, καὶ
2. τοῦτο αὐτὸ δηλοῖ καὶ ὁ ἐφεξῆς λόγος.

Cliquer un n° de page pour en afficher l’image