5. Ἀλλὰ μὴν εὐκαταμάθητόν γέ ἐστιν ὅτι φαύλη δίαιτα βρώσεως
6. καὶ πόσεως αὐτὴ ἑωυτῇ ἐμφερὴς ἀεὶ ἀσφαλεστέρη
7. ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ ἐάν τις ἐξαπίνης μέγα μεταβάλλοι
8. εἰς ἄλλο κρέσσον.
10. Τὸ ἕτερον τῶν εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου λόγου
11. διαφερόντων λημμάτων ἤρξατο νῦν κατασκευάζειν ἐκ
12. πολλῶν τῶν κατὰ μέρος παραδειγμάτων, εἰς ἓν κεφάλαιον
13. ἀθροίζων αὐτοῦ τὴν πίστιν· ἔστι δὲ τοῦτο τοῖς ὑγιαίνουσι
14. τὰς παρὰ τὸ ἔθος ἐξαπίνης μεγάλας μεταβολὰς, οὐ μικρὰν
15. ἐργάζεσθαι βλάβην. ὁ λόγος μὲν οὖν οὗτος ὑπάρχει σαφὴς,
16. ὅμως δ᾿ εἴ τι παρεμπίπτειν δόξειεν ἐξηγήσεως δεόμενον τοῖς
17. ἀγυμναστοτέροις περὶ τὴν ἐν τούτοις ἀκολουθίαν, οὐκ ὀκνήσομεν
18. ἐξηγήσασθαι. καὶ τοῦτο γὰρ ὑπόμνημα φιλανθρωπότερόν
1. ἐστι, τῷ ἐστοχάσθαι μὴ μόνον τῶν γεγυμνασμένων
2. ἐν λόγοις, ἀλλὰ καὶ τῶν ἀγυμναστοτέρων· εἰ δέ τις ἀμαθὴς
3. καὶ ἄπειρός. ἐστι τῶν προειρημένων μαθημάτων, ἄλλο τι πραττέτω.