Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.22, ed. Kühn, 1828, vol. 15, p. 552-556. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.22


6. Ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν
7. αἱ ἐξαπίναιοι μεταβολαὶ βλάβας καὶ ἀῤῥωστίην
8. παρέχουσι. καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾷν,
9. ἢν ἀριστήσωσιν, εὐθέως ἀῤῥώστους ποιέει καὶ βαρέας ὅλον
10. τὸ σῶμα καὶ ἀσθενεῖς καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν,
11. ὀξυρεγμιώδεας, ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο,
12. ὁκόταν παρὰ τὸ ἔθος ἀχθοφορήσῃ ἡ κοιλίη εἰθισμένη
13. ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς
14. ἕψειν τὰ σιτία.

16. Οὐ μόνον ὅτι βλάπτονται μεγάλα κατὰ τὰς τῶν ἐθῶν
17. ἐξαιφνιδίους μεταβολὰς, ἀλλὰ καὶ τίνες αἱ βλάβαι γίνονται
1. γράφων, τίνα δὲ τρόπον ἐπανορθωτέον ἑκάστην ἐστὶν,
2. εἰς μῆκος ἐκτείνει τὸν λόγον· ὡς εἴ γε μόνον ὅτι βλάπτονται
3. μεγάλα κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς ἐπεδείκνυε,
4. βραχὺς ἂν αὐτῷ ὁ πᾶς λόγος ἐγεγόνει. πρώτη μὲν
5. οὖν ἐστι μεταβολὴ ἡ νῦν προκεχειρισμένη, τοῦ ἔθους ἐπὶ τῶν
6. ἀηθῶν μὲν ἀριστᾷν, ἀριστησάντων δέ ποτε· φησὶ γὰρ ἀῤῥώστους
7. τε καὶ βαρεῖς ὅλον τὸ σῶμα γίγνεσθαι καὶ ἀσθενεῖς καὶ
8. ὀκνηρούς. συμβαίνει δὲ αὐτοῖς ταῦτα βαρυνομένης τῆς δυνάμεως
9. ὑπὸ τῆς τροφῆς ὡς ὑπὸ φορτίου· οὐ γὰρ δὴ κατά
10. γε τὸν ἴδιον λόγον ἀῤῥωστούσης, ὡς ἐπὶ τῆς ἐνδείας εἴωθε
11. γίγνεσθαι. διὰ τοῦτο οὖν ἐνταῦθα μὲν προσέθηκε τῷ λόγῳ,
12. τὸ βαρέας ὅλον τὸ σῶμα γίγνεσθαι καὶ ὀκνηροτέρους
13. τοὺς δὶς διαιτηθέντας· ἐπὶ δὲ τῶν εἰθισμένων ἀριστᾷν, οὐκ
14. ἀριστησάντων δὲ, τὴν μὲν ἀσθένειαν τῆς δυνάμεως ἔγραψε,
15. τὸ δὲ βάρος οὐ προσέγραψε· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον
16. ἡ δύναμις ἐν ταῖς τοιαύταις μεταβολαῖς ἀῤῥωστεῖ.
17. καὶ μέντοι καὶ ὀκνηροὺς εἰπὼν γενέσθαι κατὰ τὴν νῦν ἡμῖν
18. προκειμένην μεταβολὴν τῆς διαίτης, ἐπὶ τῆς ἐναντίας εἶπε
1. δειλοὺς, ὡς πᾶν ἔργον μισεῖν, ὡς εἰ καὶ φοβουμένους τῶν
2. ἔργων ἅψασθαι εἰρήκει· οὕτως γὰρ ἔχει καὶ κατ᾿ ἀλήθειαν,
3. αἰσθανομένων. τῆς κατὰ δύναμιν ἀσθενείας τῶν οὕτως ἐχόντων
4. καὶ διὰ τοῦτο μὴ τολμώντων ἐνεργεῖν ἃς ἐνήργουν ἔμπροσθεν
5. ἑτοίμως ἐνεργείας. ἀλλὰ μὴν καὶ ἐκκρεμᾶσθαι δοκεῖν
6. τὰ σπλάγχνα τοῖς ἐνδεῶς διαιτηθεῖσί φησι καὶ οὐρεῖν
7. θερμόν τε καὶ χλωρόν· θερμὸν μὲν λέγων δηλονότι τοῦ
8. συνήθους θερμότερον, χλωρὸν δὲ κατά τι τῶν ἐπὶ τῆς Ἀσίας·
9. Ἑλλήνων ἔθος, ὅ ἐστι καὶ νῦν διασωζόμενον. ὠχροὺς γάρ
10. τινας ἰδόντες ἐρωτῶσι τὴν αἰτίαν, δι᾿ ἣν οὕτω γεγόνασι χλωροὶ,
11. μηδὲν διαφέρειν ἡγούμενοι χλωρὸν εἰπεῖν καὶ ὠχρόν·
12. ἑωρακέναι τε τόνδε τινὰ χλωρότερον ἑαυτοῦ φασι, τὸν ὠχρότερον
13. οὕτω δηλοῦντες. ἔστι δὲ τὸ ὠχρὸν χρῶμα κατ᾿ ἀλήθειαν
14. τοιοῦτον, οἷόν περ καὶ τὸ τῆς καλουμένης ὤχρας
15. ὀξυνομένης κατὰ τὴν προσηγορίαν τῆς πρώτης συλλαβῆς·
16. καὶ γίγνεται τοιοῦτον ἐπιμιγνυμένης τῷ ὑδατώδει περιττώματι
17. τῆς ὠχρᾶς τε καὶ πικρᾶς καὶ ξανθῆς ὀνομαζομένης
18. χολῆς· ὅσον γὰρ τοῦ ἐρυθροῦ χρώματος ἐπὶ τὸ λευκότερον
1. ἀποκεχώρηκε τὸ ξανθὸν, τοσοῦτον τούτου τὸ ὠχρόν. ἔγραψε
2. δέ τινα καὶ ἄλλα συμπτώματα, γιγνόμενα τοῖς οὕτω διατεθεῖσι,
3. περὶ ὧν ὅταν ἀφικώμεθα ἐπὶ τὴν ῥῆσιν, ἐπισκεψόμεθα·
4. νυνὶ δὲ τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. οἷς
5. ἔφη συμβαίνειν ἐπὶ τῶν ἀήθως ἀριστησάντων, ἔτι καὶ τοῦτο
6. προσέθηκεν· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεες. ἐμάθομεν
7. δὲ ὅτι διά τε τὴν ψύξιν τῆς γαστρὸς αἱ ὀξυρεγμίαι
8. γίνονται καὶ διὰ φλέγμα πολλάκις ἠθροισμένον ἐν αὐτῇ καὶ
9. διὰ πλῆθος σιτίων ἢ καὶ συμμέτρων μὲν ὄντων, ἀλλὰ ψυχρῶν
10. τῇ δυνάμει. πάντων δὲ τῶν προειρημένων κοινόν ἐστι
11. τὸ νικᾶσθαι τὴν ἔμφυτον θερμασίαν τῆς γαστρὸς ὑπὸ τῶν
12. σιτίων, οὐ νικᾷν οὐδὲ κρατεῖν οὐδὲ κατεργάζεσθαι δυναμένην
13. καλῶς αὐτά· καθάπερ εἰ καὶ φλογὶ μικρᾷ πλῆθος ἐπισωρεύσαις
14. ξύλων, ἢ καὶ χωρὶς πλήθους ἐπιτιθείης χλωρὰ
15. καὶ ὑγρά. τισὶ δὲ τούτων τῶν οὕτω διαιτηθέντων καὶ σπατίλην
16. φησὶ γίνεσθαι, τουτέστιν ὑγρὰν διαχώρησιν· ἐν πολλοῖς
17. δὲ τῶν ἀντιγράφων οὐ σπατίλην γεγραμμένην εὑρήσεις,
1. ἀλλ᾿ ἄσην, ἵν᾿ ἀκούσωμεν δηλονότι τὸν ῥιπτασμὸν τοῦ σώματος,
2. ἀσωμένου διὰ τὸ πλῆθος τῆς τροφῆς τοῦ διαιτηθέντος
3. οὕτως καὶ δυσφοροῦντος ἐν τῇ κατακλίσει καὶ μεταβάλλοντος
4. ἑαυτόν. ἐπὶ δὲ τῆς τελευταίας ῥήσεως ἀπεφήνατο
5. σαφῶς ὅτι δεῖ τὴν πέψιν εἶναι παραπλησίαν ἑψήσει, ὡς
6. ὑπὸ θερμοῦ γιγνομένην, οὐ ξηροῦ καὶ αὐχμώδους, ὁποῖόν ἐστι
7. τὸ τῶν πυρετῶν, ἀλλ᾿ ὑγροῦ καὶ ἀτμώδους οἷον τὸ κατὰ
8. φύσιν ἐν τοῖς ζώοις ἐστίν.

Cliquer un n° de page pour en afficher l’image