Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 2.23, ed. Kühn, 1828, vol. 15, p. 556-558. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.23


11. Ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι τὴν μεταβολήν.
12. ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ
13. δεῖπνον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως·
14. ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον
15. πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα
16. καὶ μὴ βλαβερὰ, ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. ἔτι
17. δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο
18. τῆς ἡμέρας ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοιγε
1. πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι
2. τῆς ἡμέρης εἰς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν.

4. Οὐκ ἦν ἀναγκαῖον εἰρῆσθαι νῦν ταῦτα, προὔκειτο γὰρ
5. αὐτῷ διδάξαι τὰς ἐξαπιναίας μεταβολὰς τῶν ἐθῶν βλάπτειν
6. ἡμᾶς, οὐχ ὅπως χρὴ τὰς τοιαύτας βλάβας ἐκθεραπεύειν·
7. ἐπεὶ δὲ καὶ τοῦτο ἔδοξεν αὐτῷ πρᾶξαι, καὶ ἡμεῖς ἀκολουθήσωμεν
8. οἷς ἔγραψε, μάλιστα μὲν ἐπὶ πλέον κοιμηθῆναι κελεύων,
9. εἰ δὲ καθεύδειν μὴ δύναιντο περιπατῆσαι σχολαίως
10. συχνὴν περίοδον, ὡς μὲν οἱ πλεῖστοι τῶν ἐξηγουμένων λέγουσι,
11. μετὰ τὸ δεῖπνον, ὡς δὲ ἡ διάνοια τῶν εἰρημένων βούλεται,
12. μετὰ τὸ ἄριστον· τὸ γὰρ ὥσπερ νύκτα ἀγαγόντα περὶ
13. τῶν ἡμερινῶν ὕπνων, οὐ τῶν ἐν τῇ νυκτὶ προσήκει λέγεσθαι.
14. καὶ μέντοι τὸ γεγραμμένον ἐφεξῆς ἔνθα φησίν· ἢν
15. δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα
16. μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα· μαρτυρεῖ
17. τῷ μετὰ τὸ ἄριστον αὐτὸν ἀξιοῦν κοιμηθῆναι. δυοῖν οὖν θάτερον
18. ἢ ἐπανορθωτέον ἐστὶν ὡς ἡμαρτημένην μὲν τοιαύτην
1. γραφὴν καὶ οὕτω γραπτέον· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ
2. νύκτα ἀγαγόντα, μετὰ τὸ ἄριστον, τοῦ μὲν χειμῶνος ἀριγέως,
3. τοῦ δὲ θέρεος ἀθαλπέως· ἢ εἴπερ φυλάττοιμεν τὴν μετὰ τὸ
4. δεῖπνον, οὕτως ἀκουστέον τῆς λέξεως· ἐγκοιμηθῆναι γὰρ
5. χρὴ ὥσπερ μετὰ τὸ δεῖπνον ἐκοιμᾶτο πρόσθεν, οὕτω νῦν
6. μετὰ τὸ ἄριστον ὥσπερ νύκτα ἀγαγόντα. τοῦ δὲ κελεύειν
7. αὐτὸν ἤτοι μηδὲν ὅλως ἢ ὀλίγα καὶ κοῦφα δειπνῆσαι, πρόδηλος
8. ὁ λογισμός· ἡσυχάσαι γὰρ βούλεται τὴν γαστέρα καὶ
9. ἀνακτήσασθαι τὸν κάματον, ὃν ἔκαμνε βαρυνθεῖσα διὰ τὸ
10. παρὰ τὸ ἔθος ἀριστῆσαι τὸν ἄνθρωπον. ἀκόλουθον δὲ τούτῳ
11. καὶ τὸ πιεῖν μὲν ἧττον, οὐ μὴν ὑδαρές γε· τόν τε γὰρ
12. κλύδωνα καὶ τὴν ὑγρότητα καὶ ψύξιν φυλάξασθαι χρὴ βεβαρημένης
13. τῆς γαστρὸς ὑπὸ τοῦ πλήθους τῶν σιτίων· αὐτὸ δὲ
14. τὸ διδόμενον πόμα μὴ ὑδαρὲς, ἀλλ᾿ ἐκθερμαῖνόν τε καὶ
15. ῥωννύον εἶναι τὴν γαστέρα. τὰ δὲ ἄλλα τὰ συνεχῆ τῇ ῥήσει
16. δῆλα.

Cliquer un n° de page pour en afficher l’image