2. Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτεῖσθαι τῆς
3. ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι
4. καὶ δειλοὶ εἰς πᾶν ἔργον καὶ καρδιαλγέες. κρεμᾶσθαι γὰρ
5. δοκέει τὰ σπλάγχνα αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ
6. χλωρὸν καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δ᾿ οἷσι καὶ τὸ
7. στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ
8. κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχεται.
10. Ταύτης τῆς ῥήσεως τὰ μὲν ἄλλα διὰ τῆς παραβολῆς,
11. ὧν τοῖς ἀριστήσασι παρὰ τὸ ἔθος συμβαίνειν ἔφησεν, ἐξήγημαι·
12. περὶ δὲ τῶν ὑπολοίπων νῦν ἐρῶ. τὴν ἄφοδον αὐτῶν,
13. τουτέστι τὸ ἀποπάτημα, συγκαίεσθαί φησιν, ὑπὸ τῆς
14. θερμασίας δηλονότι κατοπτώμενον· ξηρότερόν τε γὰρ ἑαυτοῦ
15. καὶ πυρωδέστερον γίνεται τὸ σῶμα, τοῖς ἐκλείπουσι
16. τὸ εἰθισμένον ἄριστον. ἐνίοις δὲ καὶ τὸ στόμα πικρὸν
17. γίγνεσθαί φησιν· εἰσὶ δ᾿ οὗτοι χολωδέστεροι φύσει, καὶ
18. οἱ ὀφθαλμοὶ κοῖλοι γίγνονται τοῖς τοιούτοις ξηραινόμενοι
19. κατὰ τὴν αὐτὴν αἰτίαν τὴν συγκαίουσαν τὸ διαχώρημα. διὰ
1. δὲ τὴν ἐπὶ τὸ πυρῶδες ἐν ταῖς πικροχόλοις φύσεσιν ἐκτροπὴν
2. τῆς ἐμφύτου θερμασίας καὶ οἱ κρόταφοι πάλλονται,
3. τουτέστιν αἱ κατὰ τοὺς κροτάφους ἀρτηρίαι σφύζουσιν ἐπιφανῶς·
4. καὶ τὰ τοῦ σώματος ἄκρα ψυχρότερα γίγνεται, χολωδῶν
5. ἰχώρων ἐμπιπλαμένης τῆς γαστρὸς, ὑφ᾿ ὧν δακνομένη
6. τε καὶ ἀνιωμένη καταλύει τὴν δύναμιν καὶ καταψύχει τὰ
7. ἄκρα τοῦ σώματος.