10. Καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν
11. τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην
12. καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ
13. προηριστήκεισαν.
15. Οἱ πικρόχολοι φύσει παρὰ τὸ ἔθος ἀνάριστοι μείναντες
16. ἀποστρέφονται τὰ σιτία κακωθείσης αὐτοῖς τῆς γαστρός·
17. ὅσοι δ᾿ ἂν βιασάμενοι λάβωσι, βαρύνονταί τε καὶ διὰ τοῦτο
18. δυσκοιτοῦσιν, ὡς αὐτὸς εἶπεν, ὅπερ ταὐτὸν σημαίνει τῷ
19. μοχθηρῶς ἔχοντας αὐτοὺς ἐν τῇ κοίτῃ διατελεῖν.